Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.205
Not analysed yet
ἐθεάσαντο τὴν δόξαν αὐτοῦ, καίτοι φανότατα διαλάμπουσαν, καὶ ἐν τῷ μεγίστῳ καὶ νεαρῷ θαύματι. Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ' αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; Προσεδρεύουσιν οἱ Φαρισαῖοι καὶ συμβαδίζειν ἐπείγονται τῷ Σωτῆρι Χριστῷ, καίτοι πικρὸν εἰς καρδίαν ἔχοντες βέλος, καὶ λύπῃ καὶ φθόνῳ διατηκόμενοι διὰ τὴν δόξαν αὐτοῦ· συμβαδίζουσι δὲ ὅμως τροφὰς τῷ μίσει συλλέγοντες, καὶ πολυτρόπους τοῖς θαύμασι συκοφαντίας ἀρτύοντες, παραλύοντές τε διὰ τοῦτο τῶν εὐπειθεστέρων τὴν ἀκακοήθη διάνοιαν. ἐπειδὴ δὲ ταῦτα λέγοντος διεπυνθάνοντο τοῦ Χριστοῦ, διεπρίοντο πάλιν, οὐ γὰρ ἦν εἰκὸς ἀγνοεῖν ὅτι τέτραπται πρὸς αὐτοὺς ὁ τοῦ λόγου σκοπός. ἐπειδὴ δὲ ἀπολελυμένως ἔτι καὶ ἀδιορίστως εἴρητο παρ' αὐτοῦ, τό "Ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται·" οὔπω καιρὸν ἔχοντες ἐγκαλεῖν εὐλόγως ὡς ὑβρισμένοι, διερωτῶσι πανούργως τῶν εἰρημένων τὴν δύναμιν εἰς τὸ οἰκεῖον περιέλκοντες πρόσωπον, καὶ σαφέστερον ὥσπερ ἀξιοῦντες εἰπεῖν, εἰ καὶ αὐτοὺς εἶναι λέγοι τυφλοὺς, ἵνα δὴ πάλιν ὡς νομικὴν ἐντολὴν ἀδικήσαντα κατακρίνωσιν. ᾔδεσαν γὰρ ἄνω καὶ κάτω τὰ Μωυσέως γράμματα περινοστοῦντες ὅτι γέγραπται "Ἄρχοντα τοῦ "λαοῦ σου οὐκ ἐρεῖς κακῶς." ἢ τοίνυν ὑβρίζεσθαι προσδοκήσαντες τὰ τοιαῦτά φασιν, ἵνα δοκεῖεν εὐλόγως ἐπιφύεσθαι καὶ ἀγανακτεῖν καὶ ἀκατηγόρητον ἤδη ποιεῖσθαι τὴν ἐπιβουλὴν τὴν ἐπὶ Χριστοῦ, ἢ καὶ ἀληθῶς ἔχοντές τι πικρότερον εἰς νοῦν, καὶ συκοφαντίας εἶδος τὸ αὐτοῖς πρέπον ὠδίνοντες. ἐπειδὴ γὰρ ἔφη Χριστός "Εἰς κρῖμα ἐγὼ εἰς τὸν "κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν,"