Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.206
Not analysed yet
ὑπεδήλου δὲ διὰ τούτων τοῦ τυφλοῦ τὴν ἀνάβλεψιν, οὐ δυνηθέντες ὑπενεγκεῖν τοῦ παραδόξου τὴν ἀνάμνησιν, ἀντεγείρονται πάλιν διατεθηγμένοι τῷ φθόνῳ, καὶ ἀντιπράττειν ἐπιχειροῦσι τοῖς παρ' αὐτοῦ μονονουχὶ λέγειν οὐ παραιτούμενοι Δεινὰ κομπάζεις, ὦ οὗτος, κατορθώσας οὐδὲν ὧν εἰργάσθαι νομίζεις, ἀλλ' ἆρα μὴ βούλει, φασὶ, καὶ ἐφ' ἡμῶν αὐτῶν πλάττεσθαι τὴν θαυματουργίαν, ἆρα μὴ παρέσται σοι λέγειν ὅτι καὶ ἡμᾶς ὄντας τυφλοὺς τεθεράπευκας; βούλει σοι περιθῶμεν τὴν ἰατροῦ δόξαν καὶ θαυματουγοῦ, ψευσάμενοι κατ' ἐκεῖνον, ὃν φῂς ἀναβλέψαι γεννηθέντα τυφλόν; μὴ καὶ ἡμᾶς ἄρα συκοφαντήσεις ἀποτολμήσας εἰπεῖν τὰ ἐπ' ἐκείνῳ; πονηρὸς οὖν ἄρα καὶ σφόδρα πικρὸς τῶν Φαρισαίων ὁ λόγος διαγελώντων τὰ ἐπ' ἐκείνῳ, καὶ συκοφαντίαν εἶναι μᾶλλον οἰομένων ἤπερ ἀλήθειαν· δυσωπεῖ γὰρ οὐδὲν τὸν ἀγνώμονα. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· αἱ ἁμαρτίαι ὑμῶν μενοῦσι. Κατατήκει πάλιν αὐτοὺς ὁ Σωτὴρ τέχνῃ κεράσας τὸν ἔλεγχον. λοιδορίας μὲν γὰρ ἁπάσης ἀποφοιτᾷ, δυσωπεῖ δὲ τῆς ἀληθείας παρατιθεὶς τὴν δύναμιν· ἐπ' οὐδενὶ δὲ χρησίμῳ τὸ βλέπειν ἔχοντας ἀποδείκνυσι, μᾶλλον δὲ καὶ τοῦ μηδόλως ὁρῶντος πεσόντας ἐν χείροσιν. ἄνθρωπος μὲν γὰρ ὁ τυφλὸς, φησὶ, τῷ τεθεᾶσθαι μηδὲν τῶν παραδόξως ἀποτελουμένων, ἔξω βέβηκεν ἁμαρτίας, καὶ ἀνυπαίτιός πως ὑπάρχει· οἱ δὲ τῶν θαυμάτων ἐπόπται καὶ θεωροὶ διὰ πολλὴν ἀβουλίαν καὶ κακόνοιαν τὴν ἐξ αὐτῶν οὐ παραδεξάμενοι πίστιν, δυσαπόνιπτον ἔχουσι τὴν ἁμαρτίαν, καὶ δυσεξίτητον ὄντως τὴν ἐπὶ