Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.207
Not analysed yet
τούτῳ κατάκρισιν. ἐπὶ μὲν οὖν τῆς σωματικῆς τυφλότητός τε καὶ ἀναβλέψεως τῇδε νοεῖν οὐκ ἀπίθανον· ἀναλόγως δὲ διαβαίνοντες εἰς τὸ νοητὸν, καὶ τὴν ἴσην ἐντεῦθεν ἀναματτόμενοι τῷ λόγῳ δύναμιν πάλιν ἐροῦμεν, ὡς ἄνθρωπος μὲν ὁ ἀσύνετος εὐλογωτάτην ἂν τὴν ἐπὶ τοῦ δικάζοντος αἰτήσαι συγγνώμην, ὁ δὲ ὀξὺς εἰς νόησιν καὶ συνεὶς τὸ συμφέρον, εἶτα τοῖς αἰσχίοσι τῆς ἑαυτοῦ διανοίας καταπωλήσας τὴν ῥοπὴν, καὶ τὸ νικᾶν ἡδοναῖς οὐ τῷ χρησίμῳ δωρούμενος, ἀναισχύντως αἰτήσει τὸν ἔλεον, καὶ παραίτησιν τὴν ἐπὶ τῷ κολάζεσθαι δεῖν οὐδαμόθεν ἕξει βοηθουμένην, ἀπολεῖται δὲ καὶ σφόδρα δικαίως ἀσυνηγόρητον ἐφ' ἑαυτῷ τηρήσας τὴν ἁμαρτίαν. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς αὐτὸ δὴ τοῦτο κατασημαίνων ἐν εὐαγγελίοις φησίν "Ὁ εἰδὼς τὸ "θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται "πολλάς·" ἀγνοίας μὲν γὰρ ἐπὶ τῷ μὴ εἰδότι τὰ ἐγκλήματα, καταφρονήσεως δὲ τῆς ἐσχάτης ἐπὶ τῷ νενοηκότι, καὶ τὸ δρᾶν ἀβούλως ἐξωθουμένῳ. ἐπιτήρει δὲ πάλιν ὅπως κἀν τούτῳ γέγονεν ἀσφαλὴς τοῦ Σωτῆρος ὁ λόγος· οὐ γὰρ δή φησιν ἀποφαντικῶς Ὅτι βλέπετε, ἀλλ' Ὑμεῖς, φησὶ, λέγετε ὅτι βλέπομεν. ἦν γὰρ δὴ καὶ λίαν ἀτοπώτατον σύνεσιν ἐπιμαρτυρεῖν τοῖς οὕτω τυφλὸν καὶ ἀπεσβηκότα φοροῦσι τὸν νοῦν, ὡς τολμῆσαι φάναι περὶ αὐτοῦ "Ἡμεῖς οἴδαμεν "ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν." αὐτοκατάκριτοι τοιγαροῦν Ἰουδαῖοι βλέπειν μὲν ἑαυτοὺς διαβεβαιούμενοι, πράττοντες δὲ τὸ σύμπαν οὐδὲν ὧν ἔδει δρᾶν, καὶ λίαν εὐτόνως, καὶ γινώσκοντες μὲν τοῦ Κυρίου τὸ θέλημα, περιφρονοῦντες δὲ οὕτως ὡς καὶ τοῖς ἀρίστοις ὑπαντιάζειν θαύμασιν.