Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.208
Not analysed yet
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων· τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά· ὅταν δὲ πάντα τὰ ἴδια ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Δόξειεν μὲν ἂν καὶ μάλα εἰκότως τοῖς ἀβασανίστως ἐπακροωμένοις οὐ λίαν εὐκαίρως ὁ τῆς προκειμένης παραβολῆς εἰσπεφορῆσθαι λόγος· τυφλότητος γὰρ ἀναβλέψεώς τε πέρι διαλεγόμενος, περὶ προβάτων εὐθὺς, αὐλῆς τε καὶ θύρας ποιεῖται τοὺς λόγους. ἀλλ' ὅτῳ σοφὸς ἐνῴκισται νοῦς, καὶ περιεργότερον τοῖς θεωρήμασι προσβάλλειν ἐσπούδασται, κατόψεται πάλιν ἐπ' εὐθείας ὥσπερ ἰόντα τὸν λόγον, καὶ μηδαμόσε τοῦ πρέποντος ἀπεσφαλμένον. ὃ δὲ πολλάκις εἶπον ἐρῶ καὶ εἰσαῦθις ἀναλαβών. ἔθος τῷ Σωτῆρι Χριστῷ μὴ πρὸς μόνους ἀποκρίνασθαι τοὺς διὰ φωνῆς ἀποκτυπηθέντας λόγους, ὅταν αὐτῷ προσίωσί τινες, ἀλλ' ἐπείπερ ὁρᾷ καὶ νεφροὺς καὶ καρδίας, καὶ πρὸς ἐνθυμήσεις ἀπολογεῖσθαι μόνας· "πάντα γὰρ αὐτῷ γυμνὰ καὶ τετραχηλισμένα, καὶ "οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ·" διά τοι τοῦτο καὶ πρὸς ἕνα τῶν ἁγίων φησί "Τίς οὗτος ὁ κρύπτων με βουλὴν, "συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;" ἐπειδὴ τοίνυν τὸ τῶν Φαρισαίων ἀνόσιον στῖφος κακούργως διεπυνθάνετο, καθάπερ ἐλέγομεν ἀρτίως, εἰ καὶ αὐτοὶ τυφλοί εἰσιν, ἵνα λέγων ἀληθῶς ὅτιπέρ εἰσι, τυφλοὶ δηλονότι, καταδικάζηται πάλιν ὡς τοῖς ἡγουμένοις διαλοιδορησάμενος, καὶ