Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.209
Not analysed yet
κακῶς εἰρηκὼς τοὺς ἄρχειν λαχόντας λαῶν· ἐφρόνουν γὰρ ἐπὶ τούτῳ μέγα τι καὶ ἐξαίσιον· ἀναγκαίως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ ταύτῃ πάλιν αὐτῶν τῇ διενθυμήσει μαχόμενος, εἰσκομίζει χρησίμως τὴν παραβολὴν, ἀμυδρότερόν πως καὶ ὡς ἐν αἰνίγμασιν ὑποδηλῶν ὡς οὐχ ἕξουσιν ἐκ πλεονεξίας τὸ καθηγεῖσθαι βεβαίως, ἀλλ' οὐδὲ πάγιον αὐτοῖς προσέσται τὸ ἀξίωμα τὸν τούτου δοτῆρα τὸν Θεὸν ἐξ ἀλαζονείας ὑβρίζουσι· διδάσκει δὲ ὅτι τοῦτο προσέσται μόνοις τοῖς δι' αὐτοῦ καλουμένοις εἰς λαῶν ἡγεμονίαν. θύραν τοιγαροῦν ἑαυτὸν εἶναί φησιν εἰσφέροντα διὰ βουλῆς ἰδίας εἰς τὸ καθηγεῖσθαι ποιμνίων τῶν λογικῶν τὸν ἐπιστήμονα καὶ φιλόθεον. κλέπτην δὲ καὶ λῃστὴν ἀποκαλεῖ καὶ ἀλλαχόθεν ἀναβαίνοντα τὸν ἐκ βίας καὶ τυραννίδος τὴν οὐ δοθεῖσαν αὐτῷ τιμὴν δύνασθαι λαβεῖν οἰόμενον, ὁποῖοί τινες ἦσαν περὶ ὧν δήπου φησὶ δι' ἑνὸς τῶν προφητῶν, ὅτι "Ἐβασί"λευσαν καὶ οὐ δι' ἐμοῦ, ἦρξαν καὶ οὐ διὰ τοῦ Πνεύματός "μου." αἰνίττεται δὲ διὰ τούτων ὡς εἴπερ αὐτοῖς καθ' ἡδονὴν τὸ ἡγεμονεύειν ἐστὶ τῶν λαῶν, δεήσει πιστεύσαντας καὶ τὸ θεῖον παραδεξαμένους κήρυγμα δι' αὐτοῦ πρὸς τοῦτο δραμεῖν, ἵνα καὶ ἀκλόνητον καὶ καλῶς ἱδρυμένην ἔχοιεν τὴν ἀρχὴν, ὃ δὴ καὶ γέγονεν ἔν τε τοῖς ἁγίοις ἀποστόλοις, καὶ τοῖς μετ' ἐκείνους τῶν ἁγίων ἐκκλησιῶν διδασκάλοις, οἷς καὶ ὁ θυρωρὸς ἀνοίγει, τουτέστιν, ἢ ὁ τεταγμένος ἄγγελος εἰς τὸ ταῖς ἐκκλησίαις ἐπιστατεῖν καὶ συμπράττειν τοῖς ἱερᾶσθαι λαχοῦσιν εἰς τὰς τῶν λαῶν ὠφελείας, ἢ πάλιν αὐτὸς ὁ Σωτὴρ, αὐτὸς καὶ θύρα καὶ τῆς θύρας ὑπάρχων Κύριος. καταπείθεσθαι γεμὴν καὶ ὑπείκειν ὀρθῶς τῇ τοῦ ποιμαίνοντος φωνῇ τὴν τῶν προβάτων ἀγέλην εὖ μάλα διισχυρίζεται, παραιτεῖσθαι δὲ καὶ λίαν ἐσπουδασμένως τὴν τῶν ἀλλοτριῶν φωνὴν, ἵνα πρᾶγμα νοῇς ἀληθὲς ἐπὶ τὸ γενικώτερον ἐκπλατύνων τοῦ λόγου τὴν δύναμιν. διδάσκομεν γὰρ ἐν