Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.210
Not analysed yet
ἐκκλησίαις τὰ διὰ τῆς θεοπνεύστου γραφῆς παρακομίζοντες δόγματα, καὶ ὥσπερ τινὰ τροφὴν πνευματικὴν τὸν εὐαγγελικόν τε καὶ ἀποστολικὸν παρατιθέντες λόγον. κατήκοοι δὲ τῶν τοιούτων εἰσὶν οἱ πιστεύοντες εἰς Χριστὸν, καὶ ἀδιαστρόφῳ διαπρέποντες τῇ πίστει, παραιτοῦνται δὲ πρὸς τὰς τῶν ψευδοποιμένων φωνὰς, καὶ ὡς ὀλέθριον ἀποτρέπονται πάθος. τί οὖν ἄρα τὸ ἐντεῦθεν, ἐρεῖ τις, τοῖς φαρισαίοις ὑποδηλούμενον; συνελὼν ὡς ἐν βραχεῖ τε καὶ κεφαλαιώδει λόγῳ πάλιν ἐρῶ. ἑαυτὸν ἐπιδεικνύει, καὶ τῆς αὐλῆς κύριον καὶ θύραν καὶ θυρωρὸν, ἵνα δὴ μάθοιεν ἀκριβῶς ὡς οὐχ ἕξουσι τῆς ἡγεμονίας ἱδρυμένην τὴν στάσιν, εἰ μὴ δι' αὐτοῦ πρὸς ταύτην ἰόντες τὸ θεόσδοτον ἔχοιεν ἀγαθόν. προστιθεὶς δὲ ὅτι τὰ πρόβατα τοῖς ἰδίοις καταπείθεται ποιμέσι, τῶν δὲ ἀλλοτρίων ἐξάλλεται, πάλιν εὐφυῶς ὑπαινίττεται ὡς ἐπιστατήσουσι μὲν οὐδαμῶς αὐτοὶ τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν, ἀποφοιτήσει δὲ πάλιν τῆς παρ' αὐτοῖς διδασκαλίας τὰ πρόβατα, καὶ τοῖς δι' αὐτοῦ ποιμέσι προσκείσεται. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Ἁπλοῦς τῶν ἁγίων ὁ λόγος, καὶ τῆς Ἑλλήνων περιεργίας ἀπηλλαγμένος· "Ἐξελέξατο γὰρ ὁ Θεὸς τὰ μωρὰ τοῦ "κόσμου, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἵνα καταισχύνῃ "τοὺς σοφούς." κατεχρήσατο τοίνυν τῷ τῆς παροιμίας ὀνόματι· καλεῖ γὰρ οὕτω τὴν παραβολήν· τάχα δὲ ὅτι μέμικταί πως ἀεὶ τῶν τοιούτων ὁ χαρακτὴρ καὶ δι' ἀμφοῖν ὡς δι' ἑνὸς νοεῖται τὸ δηλούμενον. πλὴν ἐκεῖνό φαμεν ὡς ἀποθαυμάζει σφόδρα τὴν τῶν Ἰουδαίων ἀσυνεσίαν ὁ θεσπέσιος Εὐαγγελιστής. ὡς γὰρ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διαμαρτύρεται, πέτραις ἢ σιδήρῳ παραπλησίαν ἔχουσι τὴν