Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.22
Not analysed yet
δῶσι Χριστῷ. ἁπλούστερον μὲν γὰρ τό Ἐγώ εἰμί φησιν αὐτὸς, οὐ προσθεὶς ὅτι Θεὸς ἐκ Θεοῦ, ἀλλ' οὐδὲ ἕτερόν τι τῶν ὅσα τὴν ἐνοῦσαν αὐτῷ κατασημαίνει δόξαν· ὑφειμένως δὲ πάλιν καὶ κόμπου δίχα παντὸς μόνον ἐκεῖνό φησι, τό Ἐγώ εἰμι, προστιθέναι τὸ λεῖπον ἐπιτρέψας τοῖς εὐμαθεστέροις· οἱ δὲ πρὸς ἐκτοπωτάτην καὶ ἀχάλινον χωροῦσι μανίαν, καὶ ἐξ ἀμέτρου τῆς ὑπεροψίας μονονουχὶ καὶ διακόπτουσιν οὔπω πρὸς τέλος ἐλάσαντα τοῦ Σωτῆρος τὸν λόγον, ἐπιτιμῶσι δὲ ὥσπερ καὶ μεταξὺ διαλαβόντες φασί Σὺ τίς εἶ; τοῦτο δὲ ἦν εἰπεῖν ἐναργῶς Μὴ ἄρα τι μεῖζον ὧν ἴσμεν ἡμεῖς περὶ σεαυτοῦ φρονῆσαι τολμᾷς; οἴδαμέν σε τοῦ τέκτονος υἱὸν, ἀνδρὸς εὐτελοῦς καὶ πενιχροτάτου, ἀσήμου παρ' ἡμῖν καὶ οὐδενὸς παντελῶς. κατακρίνουσι τοιγαροῦν ὡς οὐδὲν ὄντα τὸν Κύριον ὁρῶντες εἰς μόνον τὸ κατὰ σάρκα γένος, τὴν δὲ ἐκ τῶν ἔργων μεγαλοπρέπειαν, ἀλλ' οὐδὲ τὴν ἄνωθεν καὶ ἐκ Θεοῦ γέννησιν, οὐδ' ὅσον εἰς νοῦν δεξάμενοι, ὅθεν ἦν μάλιστα Θεὸν ὄντα κατὰ φύσιν ἐπιγινώσκειν αὐτόν· τίς γὰρ ἂν εἰργάσατο τὰ μόνῳ πρέποντα Θεῷ; μὴ οὐχὶ καὶ αὐτὸς ὑπάρχων κατὰ φύσιν Θεός; εἰργάζετο δὲ ὁ Χριστός· ἦν οὖν ἄρα, καὶ ἔστι Θεὸς, καὶ ἐν σαρκὶ γεγονὼς ὑπὲρ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς. ἀλλ' οἱ μόναις ταῖς ἑαυτῶν δυσβουλίαις πειθόμενοι, τῆς δὲ θείας ἡμῶν καὶ θεοπνεύστου γραφῆς λόγον οὐδένα λαβόντες πώποτε, ἐφ' οἷς ἔδει μᾶλλον εὐχαριστεῖν, ἐπὶ τούτοις αὐτὸν κατασμικρύνουσι, μὴ εἰδότες "μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται." Στήσαντες τοίνυν εἰς τό Σὺ μετ' ἐμφάσεως τὴν ὑποστιγμὴν, καὶ τὴν καλουμένην ὀξεῖαν ἀναπέμψαντες, ὡς ἐν ἐρωτήσει μετὰ θαύματος ἐκδεχόμεθα τὸν λόγον· φασὶ γὰρ τό Σύ, οἱονεί Ὁ μηδεὶς ὢν ὅλως, καὶ τοῦτο παρ' ἡμῖν