Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.211
Not analysed yet
διάνοιαν, οὐδὲν τὸ παράπαν τῶν ἐπωφελῶν ἀκροαμάτων εἰσδέχεσθαι μελετήσασαν. διὰ τοῦτο πρὸς αὐτοὺς ἐλέγετο διὰ φωνῆς Ἰωὴλ τοῦ προφήτου "Διαῤῥήξατε τὰς καρδίας "ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν." Δοκεῖ δέ μοι πάλιν οὐκ ἀπερισκέπτως εἰπεῖν ὁ τοῦ βιβλίου συγγραφεὺς, ὅτι ταύτην τὴν παραβολὴν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, οἱ δὲ οὐ συνῆκαν, φησὶ, τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. ἐκφωνεῖ δὲ ταύτην μετ' ἐμφάσεως οὐ μικρᾶς. ἐν ἴσῳ γὰρ εἰ λέγοι σαφῶς Οὕτως ἀφιστᾶσι τοῦ δύνασθαί τι συνιέναι τῶν ἀναγκαίων οἱ Φαρισαῖοι, καίτοι δοκησισοφοῦντες ἐκτόπως, ὥστε ταύτην οὐ συνῆκαν τὴν παραβολὴν, τὴν οὕτως εὐκάτοπτον καὶ λελευκασμένην, ἐν ᾗ δυσχερὲς οὐδὲν, οὐ καμπύλον εἰς νόησιν, οὐ χαλεπὸν εἰς κατάληψιν. διαγελᾷ δὲ πρεπόντως τὴν Ἰουδαϊκὴν δυσβουλίαν, ἐπείπερ αὐτοῖς τὸ μηδὲν εἶναι Χριστὸς κατεφαίνετο, καίτοι τὰ ὑπὲρ νόμον διδάσκων, καὶ πολὺ τῆς Μωυσέως χαριεστέραν ποιούμενος τὴν ὑφήγησιν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Ἔγνω δὴ πάντως κατὰ τὴν φύσιν ὑπάρχων Θεὸς καὶ τὰ ἐν τῷ βάθει κείμενα βλέπων, ὡς οὐδὲν τῶν παρ' αὐτοῦ λεγομένων συνῆκεν ὁ Φαρισαῖος, καίτοι μεγάλα φρονεῖν εἰωθὼς ἐπί τε νομομαθείᾳ, καὶ ἐπὶ τῷ δοκεῖν εἶναι σοφὸς ἀσυγκρίτως ἐξωφρυωμένος. διὰ τοῦτο φανοτάτην αὐτοῖς ποιεῖται τὴν ἐξήγησιν, καὶ ἀναμηρυσάμενος ὥσπερ τὸν διὰ τῶν μακρῶν λόγον ἐν ὀλίγοις κομιδῆ τὸν τῆς παροιμίας διαμηνύει σκοπόν. ἀγαθὸς γὰρ ὢν φύσει, χειραγωγεῖ πρὸς