Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.212
Not analysed yet
κατάληψιν καὶ οὐκ ὄντας ἀξίους, ὡς τάχα τις αὐτοῖς ὠφελείας ἐλλάμψοι τρόπος. ἑαυτὸν δέ φησιν ἐναργῶς τῶν προβάτων εἶναι τὴν θύραν, πρᾶγμα διδάσκων ὁμολογούμενον· μόνης γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν, εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν εἰσελαύνομεν, καὶ μάρτυς αὐτὸς ἐπὶ τούτῳ λέγων "Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ." ἢ τοίνυν τοιοῦτόν τι σημαίνειν βούλεται ἢ, ὅπερ ἐστὶ τοῖς προκειμένοις θεωρήμασι πρεπωδέστερον, ἀπολευκαίνει πάλιν ὡς δι' αὐτοῦ πρὸς ἡγεμονίαν καὶ τὸ καθηγεῖσθαι τῶν λογικῶν ποιμνίων ἐρχόμεθα, κατὰ τὸ εἰρημένον διὰ τοῦ Παύλου "Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ' ὁ καλούμενος "ὑπὸ τοῦ Θεοῦ." καὶ γοῦν οὐδεὶς ἑαυτὸν ἀνέδειξε τῶν ἁγίων προφητῶν, ἀλλ' οὐδὲ ὁ λαμπρὸς καὶ μέγας τῶν ἀποστόλων χορὸς ἑαυτὸν εἰς τοῦτο κεκληκὼς ἁλώσεται. ἀνεδείχθη γὰρ διὰ θελήσεως τοῦ Χριστοῦ καλέσαντος εἰς ἀποστολὴν αὐτοὺς κατ' ὄνομα, καὶ καθ' ἕνα, καθά φησιν ἐν τῇ προκειμένῃ παροιμίᾳ. ἴσμεν γὰρ ὅπως ἐν εὐαγγελίῳ τῷ κατὰ Ματθαῖον συνετέθη μὲν ἐφεξῆς τὰ τῶν ἀποστόλων ὀνόματα, εἶτ' εὐθὺς ἐπενήνεκται τῆς ἀναῤῥήσεως ὁ τρόπος· "τούτους" γάρ φησι "τοὺς δώδεκα" ἀνέδειξεν ὁ Σωτὴρ, "οὓς καὶ "ἀποστόλους ὠνόμασεν." ἀρχοντιῶντα τοιγαροῦν τὸν ἀπόπληκτον Φαρισαῖον, καὶ οὐ μετρίως ἐκκεκαυμένον ὁρῶν πρὸς τὸ τῆς ἡγεμονίας ὄνομά τε καὶ πρᾶγμα, διδάσκει χρησίμως ἑαυτὸν ὄντα καὶ τοῦ καθηγεῖσθαί τισι χορηγὸν καὶ πρὸς τοῦτο ῥᾳδίως εἰσκομίζειν ἰσχύοντα. θύρα γὰρ ὢν τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, εἰσδέξεται μὲν τὸν ἐπιτήδειον, ἀποτειχιεῖ δὲ τῷ μὴ τοιούτῳ τὴν εἰς τὸ εἴσω πάροδον.