Ancient Greek
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.213
Not analysed yet
Πάντες ὅσοι ἦλθον κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Πανταχόθεν τὴν ἀτίθασον τῶν Φαρισαίων καταγοητεύων διάνοιαν, καὶ πρὸς ἔμφρονα μετατιθεὶς λογισμὸν, πειρᾶται δεικνύειν ὡς ἀνόνητόν τι χρῆμα καὶ σφαλερώτατον, τὸ καθηγεῖσθαι τολμᾶν, οὐ διὰ τῆς ἄνωθεν χειροτονίας, οὐδὲ διὰ τῆς θείας βουλήσεως, ἀλλ' ἐξ ἀνθρωπίνης ἀπονοίας οἰομένους ὅτι περιέσονται τῆς ἀρχῆς, κἂν ὁ ταύτης μὴ βούληται χορηγός. ἑαυτὸν τοιγαροῦν θύραν διαῤῥήδην εἰπὼν, ἅτε δὴ καὶ μόνον εἰσκομίζοντα πρὸς ἡγεμονίαν τοὺς ἐπιτηδείους, τὰ τῶν ἀρχαιοτέρων ἐπιχειρήματα παρατίθησιν εὐθὺς, ἵνα καθάπερ ἐν πίνακι σκιαγραφουμένην βλέποντες τὴν εἰς τέλος τοῦ πράγματος διεξαγωγὴν, μάθοιεν ἤδη σαφῶς ὡς τὸ δύνασθαι κρατεῖν καὶ προηγεῖσθαι ποιμνίων καὶ λαῶν, διὰ μόνης τῆς ἄνωθεν ὑπάρχει χάριτος, καὶ οὐκ ἐξ ἐπιχειρημάτων τυραννικῶν. χρησίμως τοιγαροῦν κἀνθάδε φησὶ πρὸς ἀνάμνησιν ἀνακομίζων τὴν ἐν τοῖς ἀρχαιοτέροις ὅτι πάντες ὅσοι ἦλθον κλέπται εἰσὶ καὶ λῃσταὶ ἀλλ' οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα. ὑποκρινάμενοι γὰρ τὴν τῶν ἀγαθῶν ποιμένων ἐπιστασίαν παρῆλθον εἰς μέσον τινὲς, ἐπειδὴ δὲ οὐκ ἦν αὐτοῖς ὁ ὑποτιθεὶς τὸ ἡγούμενον, καὶ ὑπακούειν ἀναπείθων ὧν ἡγεμονεύειν ἐχρῆν, ἀπεσκίρτησεν ἡ τῶν προβάτων πληθύς. Ὑποτοπητέον δὲ οὐδαμῶς διὰ τό Πάντες εἰπεῖν, ἀκυροῦσθαι παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τῶν ἁγίων προφητῶν τὴν ἀποστολήν· οὐ γὰρ κατ' ἐκείνων, ἀλλὰ καθ' ἑτέρων ὁ λόγος. ἐπειδὴ γὰρ περί τε ψευδοποιμένων, καὶ τῶν ἀλλαχόθεν ἀναβαινόντων εἰς τὴν αὐλὴν τῶν προβάτων προὔκειτο λέγειν, ἀναγκαίως ἤδη προσημανθέντων ἐναργῶς