Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.214
Not analysed yet
τῶν ἐφ' οἷς ἦν ὁ λόγος, τό Πάντες φησὶν, οἰησόμεθα δὲ οὐδαμῶς τὸ τῶν ἁγίων προφητῶν ἀθετεῖσθαι πρόσωπον· πῶς γὰρ ἂν ἠθέτησεν ὁ τῆς ἑαυτοῦ παρουσίας δι' ἐκείνων ἐναργῆ καταστήσας τὰ μηνύματα, ὁ λέγων "Ἐγὼ ὁράσεις "ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην;" καὶ Μωυσέα μὲν ἀναδείξας, πρὸς Ἱερεμίαν δὲ εἰπών "Μὴ λέγε "ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἂν ἐξαποστελῶ "σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι "λαλήσεις·" πρὸς δὲ τὸν μακάριον Ἰεζεκιήλ "Υἱὲ ἀνθρώ"που, ἐξαποστελῶ ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, "τοὺς παραπικραίνοντάς με;" οὐκοῦν ὁ τοῦ λόγου σκοπὸς οὐκ εἰς τὸν τῶν ἁγίων προφητῶν τέτραπται χορὸν, ὁρᾷ δὲ μᾶλλον εἰς ἐκείνους, οἵπερ ἦσάν ποτε κατὰ τὴν Ἰουδαίαν προφητείας ὑποκρινόμενοι, καὶ ψευδηγοροῦντες ὡς παρὰ Θεοῦ ἥκοντες, καὶ τὸν λαὸν ἀναπείθοντες οὐ τοῖς ἀληθῶς παρὰ Θεοῦ προφητεύουσι καταπείθεσθαι μᾶλλον, ἢ τοῖς παρ' αὐτῶν διαπεπλασμένοις ἐπιχειρήμασί τε καὶ λόγοις, περὶ ὧν που φησὶ καὶ αὐτὸς ὁ Κύριος ὁ πάντων Δεσπότης καὶ Θεός "Οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ "ἔτρεχον· οὐκ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφή"τευον·" πρὸς δέ γε τὸν μακάριον Ἱερεμίαν "Ψευδῆ οἱ "προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέ"στειλα αὐτοὺς καὶ οὐκ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ "ἐνετειλάμην αὐτοῖς, ὅτι ὁράσεις καὶ οἰωνίσματα καὶ προ"φητείας καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν· εἰ "προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, "ἀπαντησάτωσάν μοι. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;" ὁ μὲν γὰρ λόγος ὄντως ὁ παρὰ Θεοῦ τροφιμωτάτην ἔχει τὴν