Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.215
Not analysed yet
δύναμιν, καὶ στηρίζει καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον, ὁ δὲ τῶν ἀνοσίων ψευδοπροφητῶν, ἤτοι ψευδοδιδασκάλων, εὐδιαθρυπτότατός τε καὶ ἀχυρώδης ὑπάρχων οὐδεμίαν τοῖς ἀκροωμένοις ἐμποιεῖ τὴν ὄνησιν. ὅταν τοίνυν κλέπτας ὀνομάζει καὶ λῃστὰς τοὺς προελάσαντας τῆς παρουσίας αὐτοῦ, ἢ τὴν ψευδήγορον καὶ ἀπατεῶνα τῶν ἀρτίως ἡμῖν εἰρημένων ὑποσημαίνει πληθὺν, ἢ τοῦ λόγου τὴν δύναμιν ἐποίσεις κἀκείνοις, περὶ ὧν ἐν ταῖς πράξεσι τῶν ἀποστόλων γέγραπται. οἱ μὲν γὰρ τῶν Ἰουδαίων καθηγηταὶ τοὺς ἁγίους ἀποστόλους συνενεγκόντες ποτὲ, καὶ εἰς τὸ παρανομώτατον ἑαυτῶν στήσαντες βουλευτήριον, ἐξελαύνειν μὲν τῆς Ἱερουσαλὴμ ἐβουλεύοντο, κινδύνοις δὲ τοῖς ἐσχάτοις ἀναγκάσαι προσομιλεῖν, ἀλλ' εἰς ἀνάμνησιν αὐτοὺς ψευδοδιδασκάλων ἐκάλει λέγων ὁ Γαμαλιήλ "Ἄνδρες Ἰσραηλῖται, "προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε "πράττειν. πρὸ γὰρ τῶν ἡμερῶν τούτων ἀνέστη Θευδὰς "λέγων τινὰ ἑαυτὸν εἶναι μέγαν, ᾧ προσεκλίθησαν αὐτῷ "ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακόσιοι· ὃς ἀνῃρέθη, καὶ πάντες "ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. "μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις "τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν ὀπίσω αὑτοῦ· κἀκεῖνος "ἀπώλετο, καὶ πάντες οἳ ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν." ὁρᾷς οὖν ἐν τούτοις ἀνενδοιάστως καὶ σαφῶς, ὡς οὐ περὶ τῶν ἁγίων προφητῶν, ἀλλὰ περὶ τῶν τὴν ἑτέραν ἐχόντων τάξιν τὰ τοιαῦτά φησιν ὁ Χριστὸς, ἵνα καὶ οὐχ ἑκόντας ἀναπείσῃ τοὺς Φαρισαίους μὴ ταῖς ἑαυτῶν ἀπονοίαις ἐπιτρέπειν ἀβούλως τὸ δύνασθαι προξενεῖν αὐτοῖς, καὶ οὐχ ἑκόντος Θεοῦ, τὸ προεστάναι λαῶν, ἀλλὰ νεύματι τῷ θείῳ τὴν ἐφ'