Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.216
Not analysed yet
ἅπασιν ἐξουσίαν παραχωρεῖν, καὶ διὰ τῆς ὄντως θύρας εἰστρέχειν ἐπείγεσθαι μᾶλλον, ἢ τοῖς συλῶσι παραπλησίως ἀλλαχόθεν ἀναβαίνειν ἐπιχειρεῖν εἰς τὴν τῶν προβάτων αὐλήν. Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ἀπὸ τοῦ συμβαίνειν εἰωθότος εἰς θεωρίαν πνευματικὴν καθάπερ ἐξ ἱστορίας διαπλάττει τοῦ λόγου τὸ σχῆμα, καὶ μονονουχὶ τὰ ἐν ὀφθαλμοῖς ἡπλωμένα, καὶ οὐδὲν ἔχοντα χαλεπὸν εἰς κατάληψιν, εἰκόνα ποιεῖται τῶν ἀφανεστέρων. οἱ μὲν γὰρ κλέπται, φησὶ, καὶ λῃσταὶ τοῖς τῶν προβάτων σηκοῖς ἀνέδην προσβάλλοντες, διὰ μὲν τῆς θύρας οὐκ εἰσελαύνουσι, καταπηδῶντες δὲ ἀλλαχόθεν, καὶ τῆς αὐλῆς τὸ θριγκίον ὑπεραλλόμενοι, κινδυνεύουσιν. ἁλῶναι γὰρ δήπου καὶ σφόδρα εἰκὸς τὸν οὕτω λῃστεύοντα, καὶ ἀπερισκέπτως κακουργεῖν ᾑρημένον, οἱ δὲ δι' αὐτῆς τῆς θύρας εἰσβαίνοντες, ἀκινδυνοτάτην ποιοῦνται τὴν εἰσδρομὴν, οὐκ ἄσημοι δηλονότι τυγχάνοντες, ἀλλ' οὐδὲ ἄγνωστοι τῷ τῶν προβάτων δεσπότῃ. εἰστρέχουσι γὰρ ἀνοιγνύντος αὐτοῖς τοῦ ταῖς θύραις ἐφεστηκότος· ἀλλ' οἱ τοιοῦτοι, φησὶ, συνέσονται τοῖς προβάτοις ἐν πολλῇ παῤῥησίᾳ νομιμωτάτην ὥσπερ καὶ ἀκάκουργον, καὶ τῆς ἐπὶ τὸ ληστεύειν ὑποψίας ἀπηλλαγμένην, τὴν εἰσβολὴν ποιησάμενοι. Οὗτος μὲν οὖν τῆς ἱστορίας ὁ τύπος· μεταβιβάζοντες δὲ τὸ ἐξ αὐτῆς ὑποδηλούμενον εἰς ὠφέλειαν πνευματικὴν ἐκεῖνό φαμεν, ὅτι οἱ μὴ διὰ θείας ἐπιτροπῆς τε καὶ γνώμης εἰς τὸ κατάρχειν λαῶν ἀναβαίνοντες, ὥσπερ εἰς τὸ διὰ θύρας εἰσελθεῖν παραιτούμενοι πάντως δήπου καὶ ἀπολοῦνται,