Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.217
Not analysed yet
φησὶ, κρῖμα τὸ θεῖον ἐκβιαζόμενοι, κατά γε τῶν ἐγχειρημάτων τὸν λόγον. οἱ δὲ θεόσδοτον λαχόντες ἡγεμονίαν, καὶ διὰ Χριστοῦ πρὸς τοῦτο βαδίζοντες, ἐν πολλῇ παῤῥησίᾳ καὶ χάριτι τῆς ἱερωτάτης κατάρξουσιν αὐλῆς, τοσοῦτον ἀφεστηκότες τῆς ἐπ' ἐκείνοις ὀργῆς, ὡς καὶ τιμὰς ἐντεῦθεν ἐκδέχεσθαι, καὶ στεφάνους ἄνωθεν ἥξοντας ὅσον οὐδέπω καραδοκεῖν, ἐπείπερ σκοπὸς αὐτοῖς διαλυμήνασθαι μὲν τοῖς προβάτοις κατά τι γοῦν οὐδαμῶς, ἐπωφελεῖν δὲ μᾶλλον αὐτὰ, καὶ τῷ τῆς ἀγέλης δεσπότῃ τὰ θυμήρη δρῶντας διὰ παντὸς διασώζεσθαι φιλεῖν τοῖς ὑπ' αὐτῷ γεγονόσι. θορυβεῖ δὲ σφόδρα καὶ διὰ τούτων ὁ Κύριος τοὺς ἀκαμπεῖς Φαρισαίους, ἥκιστα μὲν αὐτοὺς διασωθήσεσθαι λέγων, ἀποπεσεῖσθαι δὲ πάντως τῆς ἐν ᾗπέρ εἰσιν ἀρχῆς, καὶ μάλα δικαίως, ἐπείπερ οὐ διὰ Θεοῦ, διὰ δὲ τῆς σφῶν αὐτῶν κακονοίας παγίως αὐτὴν ἕξειν ὑπολαμβάνουσιν. ἀλλά μοι καὶ διὰ τοῦτο θαυμάζειν ἐπέρχεται τὴν ἀσύγκριτον τοῦ Σωτῆρος φιλανθρωπίαν. "Οἰκτίρμων γὰρ ὄντως καὶ ἐλεή"μων ὁ Κύριος," προτιθεὶς μὲν ἅπασι τῆς σωτηρίας τὴν ὁδὸν, πολυτρόπως δὲ καλῶν ἐπ' αὐτὴν καὶ τὸ σφόδρα δυσήκοον καὶ ἀπεσκληκότα. ἔσται δέ μοι πάλιν ἀπὸ τοῦ πράγματος ἡ τῶν εἰρημένων ἀπόδειξις. ἐπειδὴ γὰρ οὔτε διὰ θαυμάτων, οὔτε μὴν πόθῳ τῷ πρὸς ἐλπίδα καὶ δόξαν ὁρῶντι τὴν μέλλουσαν, ἀναπείθει τὸν Φαρισαῖον τὸν παρ' αὐτοῦ προσήκασθαι λόγον, ἐπ' ἐκεῖνο βαδίζει γοργῶς, ἐφ' ᾧπερ ἦν μάλιστα θορυβουμένους εἰκὸς, ὡς ἐξ ἀφύκτου λοιπὸν ἀνάγκης εἰς εὐπείθειαν ὁρᾶν. τῆς γὰρ ἐκ τοῦ καθηγεῖσθαι δόξης μεταποιουμένους εἰδὼς, καὶ οὐκ ἐν τοῖς τυχοῦσι τὸ ἐντεῦθεν λογίζεσθαι κέρδος ἐσπουδακότας, ἀπογυμνοῦσθαί φησι, καὶ ἐρήμους ἔσεσθαι παντελῶς τοῦ σφόδρα τετιμη-