Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.218
Not analysed yet
μένου, καὶ μετὰ χεῖρας ὄντος αὐτοῖς, εἰ μὴ τὴν ταχίστην ἑαυτοὺς μεταστήσαντες ἐπὶ τὸ θέλειν ὑπακούειν αὐτῷ τῆς παρ' αὐτοῦ φειδοῦς ἀπολαύσειαν. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι. Θύραν ἑαυτὸν εἶναι φάσκοντος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ἐπ' αὐτῷ κεῖσθαι διδάσκοντος τὸ καὶ εἰσκομίζειν οὓς ἂν βούλοιτο τυχὸν, ἔξω τε μένειν ἐᾶν τὸν ἀνεπιτήδειον καὶ πρὸς τὸ ποιμαίνειν ἀτεχνέστατον, ἔτι τε πρὸς τούτοις, καὶ λῃστὰς καὶ κλέπτας ἀποκεκληκότος τοὺς οἵπερ ἦσαν αὐτόμολοι πρὸς τὴν οὐ δοθεῖσαν αὐτοῖς ἄνωθεν χάριν, διελογίζοντο πάλιν οἱ δείλαιοι Φαρισαῖοι τίς ἄρα ὑπάρχων οὑτοσὶ πρὸς τοσαύτην ἄνεισι παῤῥησίαν, ἐκείνοις ὢν τάχα καὶ αὐτὸς ἐναρίθμιος, ὧν καταιτιᾶται τὴν ἄφιξιν· ψευδοποιμένα γὰρ ᾤοντο καὶ ψευδεπιστάτην καὶ αὐτὸν ὡς ἐξ οἰκείας ἀναδεδεῖχθαι γνώμης, οὐχ ὅτι Θεὸς ὢν γέγονεν ἄνθρωπος κατὰ τὸ ἀρχαιότατον κήρυγμα τῆς θεοπνεύστου γραφῆς. εἰκὸς δὲ δὴ καὶ συλλέξαντας τὴν ἀληθῆ γνῶσιν περὶ αὐτοῦ καθάπερ τι τῶν δυσαχθῶν ταῖς ἀπειθείαις ἀποφορτίζεσθαι, εἰς μόνα δὲ βλέπειν τὰ καθ' ἡδονὴν αὐτοῖς καὶ τὰ διὰ φροντίδος κείμενα· ταῦτα δὲ ἦν τὸ λαῶν ἡγεῖσθαι καὶ παρ' αὐτὸ χρηματίζεσθαι. ἐπεὶ τοίνυν ἔγνω ταῦτα διενθυμουμένους, ἢ καὶ ἀλλήλοις ψιθυρίζοντας, οὐ περιμείνας τὴν παρ' αὐτῶν ἐμφανεστέραν κατάῤῥησιν, ἀπολογεῖται πρεπόντως, καὶ ἐξ αὐτῶν χρῆναι τῶν πραγμάτων δοκιμάζεσθαι διισχυρίζεται, τίς μὲν ὁ ποιμὴν, τίς δὲ ὁ κλέπτης ἐστὶ, δυσδιάκριτον γεμὴν τὸ τοιοῦτον οὐδαμῶς εἶναί φησιν, ὅταν τις τὸν ἑκάστου περιαθρήσῃ σκοπόν τε καὶ τρόπον. Ὁ μὲν