Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.219
Not analysed yet
γὰρ κλέπτης ἔρχεται, φησὶν, ἐπὶ λύμῃ θρεμμάτων, τῆς τοῦ λῃστεύειν ἐπιθυμίας ταύτην ἐχούσης ἀναμφιλόγως τὴν ἔκβασιν· ὁ δὲ ἀγαθὸς ὄντως ποιμὴν ἐπ' οὐδενὶ μὲν ἀφίξεται τῶν δεινῶν εἰς τὴν τῶν προβάτων αὐλὴν, κατορθώσων δὲ μᾶλλον αὐτοῖς τὸ λυσιτελοῦν, καὶ ἅπερ ἂν νοοῖτο πρὸς πολλῆς αὐτοῖς ὠφελείας ἔσεσθαι, ταῦτα συντόνως ἐξεργασόμενος. Ἡκέτω τοιγαροῦν ὡς ἐξ ἑτέρας εἰκόνος ἐπὶ τὸ ἀληθέστερον ἡ τοῦ λόγου δύναμις, καὶ ἀθρείτω πάλιν ὁ Φαρισαῖος, τί μὲν ὡς ψευδοποιμένες καὶ ψευδοδιδάσκαλοι τοῖς παρ' αὐτῶν πεφενακισμένοις προὐξένησαν τότε, τίνα δὲ δώσων ἀφίκετο Χριστὸς, ἢ πρὸς ποίαν ἡμᾶς ἀνοίσων εὐημερίαν. οὐκοῦν οἱ ψευδηγορεῖν οὐ παραιτησάμενοί ποτε, καὶ τὸ ἀπεστάλθαι παρὰ Θεοῦ πλασάμενοι, προφητεύσαντές τε κατὰ τὸ γεγραμμένον "ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ "στόματος Κυρίου," καὶ πρὸς τούτοις ἔτι Θευδᾶς τε ἐκεῖνος καὶ ὁ Γαλιλαῖος Ἰούδας ἀποστήσαντες "λαὸν ὀπίσω" αὐτῶν, τοῖς συναπαχθεῖσι συνδιεφθάρησαν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν αἰώνιον ἡμῖν προξενήσων ζωὴν, ἐξ ἀγάπης τῆς εἰς ἡμᾶς παραγέγονεν. ὧν δὲ ἐναντίος ὁ σκοπὸς, καὶ ὁ τῆς ἀφίξεως τρόπος τοσοῦτον ἐξηλλαγμένος, πῶς οὐκ ἐναντία καὶ γνώμη καὶ ἐπιτήδευμα; οὐκοῦν ἀπὸ τῆς τῶν πραγμάτων ποιότητος δοκιμάζεσθαι χρῆναί φησι τίνες μὲν ἂν εἶεν ἐκεῖνοι, τίς δὲ πάλιν αὐτός. ἦν γὰρ οὕτως ἀναπεῖσαι μηδὲν ἀπηχὲς περὶ αὐτοῦ φρονεῖν ἔτι τοὺς ἡγουμένους, ἕνα τῶν ψευδοποιμένων ὑπάρχειν οἰομένους αὐτὸν, ἢ καὶ τῶν ἀλλαχόθεν ἀναβαινόντων εἰς τὴν τῶν προβάτων αὐλὴν, θύραν δὲ μᾶλλον καὶ εἰσαγωγέα καὶ ποιμένα Χριστὸν ἐληλυθέναι γεμὴν, οὐχ ἵνα μόνην ἔχωσι ζωὴν τὰ πρόβατα, φησίν· ἀλλά τι καὶ περιττόν· πρὸς γὰρ τῷ ἀναβιῶναι τοὺς