Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.220
Not analysed yet
εἰς αὐτὸν πιστεύοντας, καὶ τὸ ἐν πᾶσιν ἔσεσθαι τοῖς ἀγαθοῖς ἐλπὶς οὐκ ἀμφίλογος. εἰκὸς δὲ ὅτι τὸ περισσὸν καὶ αὐτῆς τῆς ζωῆς, τουτέστι, τὸ πλέον ἤτοι τὸ τιμιώτερον, τὴν τελεωτάτην τοῦ Πνεύματος μέθεξιν εἶναί φησιν, εἰ καὶ σφόδρα περιεσταλμένως. τὸ μὲν γὰρ ἀναβιῶναι κοινὸν ἁγίοις τε καὶ ἁμαρτωλοῖς, Ἕλλησί τε καὶ Ἰουδαίοις καὶ ἡμῖν αὐτοῖς· "Ἀναστήσονται γὰρ οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς "μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ," κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος ὑπόσχεσιν. τὸ δὲ ἐν μεθέξει γενέσθαι τοῦ Ἁγίου Πνεύματος, οὐκέτι πᾶσι κοινὸν, ἀλλὰ πρὸς τῇ ζωῇ περιττὸν καὶ ὡς ἐν τάξει πλείονος τοῦ κοινῇ πᾶσιν ὑπάρξαντος, μόνοις ἀπονεμηθήσεται τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοις· σημανεῖ δὲ καὶ τοῦτο ὁ θεῖος ἡμῖν Παῦλος λέγων "Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες "μὲν κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα, ἐν "ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλ"πίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται ἄφθαρ"τοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα·" πάντες μὲν γὰρ ἐκ νεκρῶν ἀναστήσονται, διὰ τὸ πάσῃ δεδόσθαι τῇ φύσει διὰ τὴν τῆς ἀναστάσεως χάριν· καὶ ἐν ἑνὶ τῷ Χριστῷ, τῷ ἐξ ἀρχῆς καὶ πρώτῳ καταλύσαντι τοῦ θανάτου τὸ κράτος, καὶ εἰς ζωὴν ἐνεργηθέντι τὴν διηνεκῆ, ὁ κοινὸς τῆς ἀνθρωπότητος ὅρος καὶ πρὸς ἀφθαρσίαν ἀναμορφούμενος, καθάπερ οὖν ἐν Ἀδὰμ ἐν ἑνὶ πάλιν καὶ πρώτῳ πρὸς θάνατον καὶ φθορὰν καταδικαζόμενος. ἀλλὰ πολλή τις κατ' ἐκεῖνο καιροῦ τῶν ἀνισταμένων ἡ διαφορὰ, καὶ πολύ τι τὸ διαλλάττον εὑρεθήσεται. οἱ μὲν γὰρ ἐν πίστει τῇ εἰς Χριστὸν ἀναπαυσάμενοι, καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος κατὰ τὸν καιρὸν τῆς μετὰ σώματος