Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.23
Not analysed yet
γινωσκόμενος, ὁ εὐτελὴς καὶ ἐξ εὐτελῶν, τί περὶ σεαυτοῦ λαμπρὸν ἔχεις εἰπεῖν, τί δὲ ἄξιον λόγου τῶν περὶ σοῦ; τῆς γὰρ Ἰουδαϊκῆς ἀπονοίας οὐδὲν τῶν τοιούτων τολμημάτων ἀλλότριον. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. Ἀτιμάζομαι, φησὶ, καίτοι καλῶν εἰς αἰώνιον ζωὴν, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς ἀπόθεσιν θανάτου καὶ φθορᾶς, εἰς ἁγιασμὸν, εἰς δικαιοσύνην, εἰς δόξαν, εἰς καύχημα πρὸς υἱοθεσίαν Θεοῦ· ἀλλὰ καὶ τούτοις ἅπασι στεφανοῦν ἐθέλων ὑμᾶς, ἐν τῷ μηδενὶ κατατέταγμαι λόγῳ, καὶ εὐτελὴς οὕτω λελόγισμαι παρ' ὑμῖν· ἀλλὰ ναὶ δίκαια πάσχω, φησὶν, ὅτι καὶ λόγου παρ' ὑμῖν ἐποιησάμην ἀρχὴν ὅτι καὶ προσπεφώνηκά τι τῶν εἰδότων ὠφελεῖν, καὶ διασώζειν ἐβουλευσάμην τοὺς οἵπερ ἔμελλον εἰς τοσαύτην κατοιχήσεσθαι μοχθηρίαν, ὡς πικρὰς ἀμοιβὰς ἀποδιδόναι φιλεῖν τῷ διασώζειν αὐτοὺς ᾑρημένῳ. Ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν διὰ τούτων ὑποδηλοῦν ὁ Χριστός. ἔδει γάρ με, φησὶν, οὐχ ὑμῖν ὅλως προσλαλῆσαι κατὰ τὴν ἀρχὴν, ἐκείνοις δὲ μᾶλλον τοῦτο χαρίζεσθαι τοῖς μέλλουσι καὶ λίαν ἀσμένως ἐφήδεσθαι λόγοις, καὶ ἀμελλητὶ τὸν αὐχένα τοῖς εὐαγγελικοῖς ὑποζεῦξαι διατάγμασι. σημαίνει δὲ διὰ τούτων τῶν ἐθνῶν τὴν πληθύν. ὅταν δὲ τὰ τοιαῦτα λέγοντα νοῶμεν αὐτὸν, παραφυλαξόμεθα πάλιν τῶν δι' ἐναντίας τὸν λόγον· ἐρεῖ γάρ τις τυχὸν τῶν εἰωθότων χριστομαχεῖν Εἰ μὴ τοῖς Ἰουδαίοις προσλαλεῖν ἐν ἀρχῇ, μᾶλλον δὲ τοῖς ἔθνεσιν ἔδει, διήμαρτεν ἄρα τοῦ πρέποντος ὁ Υἱὸς, οὐχὶ τοῦτο μᾶλλον, ἀλλ' ἐκεῖνο διαπεπραχώς. ἀλλ' ἐροῦμεν πρὸς τοῦτο πάλιν Οὐκ εἰς μετάγνωσιν τῶν ἰδίων, ἢ τῶν τοῦ Πατρὸς θελημάτων ἐλθὼν ὁ Υἱὸς, τὰ τοιαῦτά φησιν, ἀλλ'