Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.221
Not analysed yet
ζωῆς κομισάμενοι τελεωτάτην ἐναποκομιοῦται τὴν χάριν, καὶ ἀλλαγήσονται πρὸς δόξαν κομιζόμενοι τὴν παρὰ Θεοῦ. οἱ δὲ ἀπειθήσαντες τῷ Υἱῷ καὶ τὴν περίβλεπτον ἀντιμισθίαν παρ' οὐδὲν ποιησάμενοι, διελεγχθήσονται αὐτοῦ πάλιν φωνὴν, μόνον τὸ ἀναβιῶναι τοῖς ἄλλοις συγκληρωσάμενοι, τῆς οὕτω μακρᾶς ἀπειθείας ἀποτίσουσι δίκας. κατοιχήσονται γὰρ εἰς ᾅδου κολασθησόμενοι, καὶ ἀνόνητον ἕξουσιν ὑστεροβουλίαν. ἔσται γὰρ, φησὶν, ἐκεῖ ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Προεπιδείξας εὖ μάλα καὶ σαφῶς ὅσα τοῖς ἀρχαιοτέροις ἡ τῶν ψευδοπροφητῶν, ἤτοι ψευδοποιμένων, ὑπόκρισις διελυμήνατο, ἐμφανῆ τε καταστήσας τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώματα, καὶ ἐξ αὐτῆς ἤδη τῆς τῶν προβάτων συγκρίσεως τὴν νικῶσαν ἀπενεγκάμενος, καὶ ταῖς ἐξ ἀληθείας στεφανούμενος ψήφοις, εἰκότως ἀναφθέγγεται τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. μάτην οὖν ἄρα φησὶν ἐκεῖνα κατ' ἐμοῦ διεσκέπτεσθε, ἐγκαλεῖν δὲ οὐκ ἔχοντες ὡς κατά τι γοῦν ὅλως παραχαράττειν ἐθέλοντι τὸ τοῖς προβάτοις λυσιτελὲς, τοῖς τοῦτο δρᾶν εἰωθόσιν ἐπαριθμεῖν οὐ κατεναρκήσατε, τὸν δὲ ἀληθῶς ἀγαθὸν, πονηρὸν εἶναί φατε, καὶ τὸ δύνασθαι κρίνειν ὀρθῶς ἐφ' ἑκάστῳ πράγματι κατὰ τὴν τοῦ νομοθέτου διάταξιν ἐκ τοῦ φιλαυτεῖν ζημιούμενοι. οὐκοῦν ὡς ἀδίκους, ὡς ἀλογήσαντας κομιδῇ τῶν διὰ Μωυσέως, ὡς ἠγνοηκότας τῆς ἐπιδημίας αὐτοῦ τὸν σκοπὸν, ἐλέγχει τοὺς ἡγουμένους, ἵνα δὴ λοιπὸν καὶ ἀληθεύων ἐπ' αὐτοῖς ὁ προφήτης Ἡσαΐας εὑρίσκηται. "Οὐαὶ γὰρ, φησὶν, οἱ λέγοντες τὸ πονηρὸν "καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν "καὶ τὸ πικρὸν γλυκὺ, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ