Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.222
Not analysed yet
"σκότος φῶς." ἢ γὰρ οὐχὶ τοῦτο δρῶντες ἁλώσονται, τὸ κατὰ ἀλήθειαν φῶς, τουτέστι, τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τιθέντες εἰς σκότος, διὰ τοῦ τὸν ἀγαθὸν ἡμῶν ποιμένα τοῖς ψευδωνύμοις ποιμέσιν οὐ παραιτεῖσθαι συντάττειν, καὶ τάχα τῆς ἐκείνων τιμῆς ὀπίσω πέμπειν ἀποτολμᾶν; τοὺς μὲν γὰρ τὸν θεῖον ἑαυτοῖς ἐπιφημίζοντας λόγον, καὶ τῷ τῆς προφητείας ὀνόματι καταληΐζεσθαι μὲν μελετήσαντας τῶν ἀγελαίων τὸν νοῦν, καὶ ὁδοῦ μὲν τῆς πρὸς ἀλήθειαν ὑπεκκλέπτοντας, ἀποβουκολοῦντας δέ ποι πρὸς τὸ δοκοῦν αὐτοῖς, καὶ οὐχὶ πάντως Θεῷ, διὰ πολλῆς εἶχον αἰδοῦς οἱ καὶ τότε δοκοῦντες κρατεῖν. Σαμέας γοῦν ὁ Σαλαμίτης τοῖς παρὰ Θεοῦ λόγοις τὴν ἐξ ἑαυτοῦ ψευδομυθίαν ἀντιτιθεὶς, τῆς Ἱερεμίου δόξης κατεθρασύνετο. ὁ μὲν γὰρ ἦν ἐν δεσμοῖς, ὁ δὲ τὴν παρὰ Σεδεκίου τιμὴν, γέρας εἶχε τῆς ψευδηγορίας. Φαρισαῖοι δὲ νῦν οἱ δείλαιοι πολὺ τῆς ἐκείνων δυσσεβείας ἰόντες ἐπέκεινα, καὶ ἀσχημονοῦντες νεανικώτερον, οὐδὲ τὸ ὑπάρξαν τοῖς ψευδοδιδασκαλήσασιν ἀπονέμουσι τῷ Χριστῷ. τί γὰρ δὴ καί φασι περὶ αὐτοῦ πρὸς τοὺς ἥδιστα τὸν παρ' αὐτοῦ λόγον ἐπακροωμένους; "Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;" διὰ γάρ τοι τοῦτο καὶ αὐτὸς διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου περὶ αὐτῶν "Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί "εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, "αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ." καὶ πάλιν "Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι' ἀπαιδευσίαν "γλώσσης αὐτῶν." πῶς γὰρ οὐχ ἁπάσης ἄξιοι δίκης οἱ γλῶτταν οὕτω δριμεῖαν ἀνοήτως ἐπασκήσαντες, ὡς ἐκεῖνα φάναι τολμῆσαι κατὰ Χριστοῦ, ἅπερ ἡμῖν μὲν οὐδαμῶς, μόνοις δὲ ἁρμόσει τοῖς κατ' αὐτοὺς ἀκοῆς τε τῆς σφῶν εἴσω ποιήσασθαι, καὶ ῥιψοκινδύνως εἰπεῖν;