Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.223
Not analysed yet
Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ ἔστι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει· ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἀντιπαραθεὶς ἐντέχνως ταῖς τινῶν γλωσσαλγίαις καὶ ἀθέσμοις τολμήμασι τὴν ἐκ τῶν ἰδίων ἔργων φαιδρότητα, καὶ λῃστὰς μὲν ἐκείνους καὶ κλέπτας καὶ καταπηδῶντας ἀλλαχόθεν εἰς τὴν τῶν προβάτων αὐλὴν, ἑαυτὸν δὲ ποιμένα τὸν ὄντως ἀγαθὸν, ἀποφήνας τε καὶ ὀνομάσας, ἐπ' αὐτοὺς ἤδη μεταχωρεῖ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, καὶ τῆς τῶν Φαρισαίων ἡγεμονίας ἀμείνω δεικνύει τὴν ἑαυτοῦ. ποιεῖται δὲ πάλιν ἀπὸ συγκρίσεως φανερωτάτην αὐτοῖς τὴν ἀπόδειξιν. ἀντιπαρεξάγει γὰρ ὥσπερ ταῖς παρ' αὐτῶν ῥᾳθυμίαις γρήγορσίν τε καὶ ἀγάπην τὴν ἐξ ἑαυτοῦ, καὶ πεφροντικότας μὲν τῆς ἀγέλης οὐδὲν ἐξελέγχει πάλιν, ἑαυτῷ γεμὴν ἥκειν εἰς τοῦτο τὴν ὑπὲρ αὐτῆς φροντίδα φησὶν, ὡς καὶ τῆς ἅπασι φιλαιτάτης ὑπερφρονῆσαι ψυχῆς. ὁρίζει δὲ ὥσπερ κατὰ τίνα δοκιμάζεσθαι προσήκοι τρόπον ποιμένα τὸν ἀγαθὸν, καὶ αὐτὴν γὰρ χρῆναι μὴ κατοκνεῖν προέσθαι τὴν ψυχὴν διορίζεται τῆς τῶν ποιμνίων σωτηρίας ὑπερμαχόμενον, ὃ δὴ καὶ τετέλεσται διὰ Χριστοῦ. ἀπεσκίρτησε μὲν γὰρ τῆς πρὸς Θεὸν ἀγάπης ὁ ἄνθρωπος, ἀπονεύσας εἰς ἁμαρτίαν, ἐξῳκίσθη διὰ τοῦτο τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, τῶν τοῦ παραδείσου περιβόλων φημὶ, καὶ ταύτην νοσήσας τὴν συμφορὰν τῷ πρὸς ἁμαρτίαν φενακίσαντι διαβόλῳ, καὶ θανάτῳ τῷ ἐξ ἁμαρτίας ἀναβλαστήσαντι, πικροῖς ὄντως καὶ ἀγοητεύτοις κατεσαγηνεύθη λύκοις. ἐπειδὴ δὲ ποιμὴν ἀγαθὸς ἐφ' ἅπαντας ἀνεδείχθη Χριστὸς, ἔθηκεν ὑπὲρ ἡμῶν τὴν ψυχὴν τῇ τῶν