Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.224
Not analysed yet
ἀτιθάσων θηρίων ξυνωρίδι μαχόμενος, σταυρὸν ὑπέμεινε δι' ἡμᾶς ἵνα θανάτῳ νεκρώσῃ τὸν θάνατον, κατεκρίθη τε δι' ἡμᾶς ἵνα τῆς ἐπὶ τῷ πλημμελεῖν κατακρίσεως πάντας ἐξέληται, καταργήσας διὰ τῆς πίστεως τὴν τυραννήσασαν ἁμαρτίαν, καὶ "προσηλώσας τὸ καθ' ἡμῶν χειρόγραφον τῷ "ἰδίῳ σταυρῷ," καθὰ γέγραπται. οὐκοῦν ὁ μὲν τῆς ἁμαρτίας πατὴρ ὡς "πρόβατα ἐν ᾅδῃ" ἔθετο θανάτῳ ποιμανεῖν ἡμᾶς ἐπιτρέψας, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον. ἀπέθανε δὲ δι' ἡμᾶς ὁ ἀγαθὸς ὄντως ποιμὴν, ἵνα τῆς ἀφεγγοῦς τοῦ θανάτου χειᾶς ἐξελὼν τοῖς οὐρανίοις συναγελάζεσθαι παρασκευάσῃ χοροῖς, καὶ ἀντὶ σηκῶν τῶν εἰς πυθμένας ἀβύσσου καὶ μυχοὺς θαλάσσης κειμένων, τὰς ἄνω καὶ παρὰ Πατρὶ χαρίσηται μονάς· διὰ τοῦτο καὶ πρὸς ἡμᾶς που φησί "Μὴ φοβοῦ, τὸ "μικρὸν ποίμνιον, ηὐδόκησε γὰρ ὁ Πατὴρ δοῦναι ὑμῖν τὴν "βασιλείαν." ἀλλ' ἐν τούτοις μὲν τὰ διὰ Χριστοῦ· ἴδωμεν δὲ τὰ ἐκείνων ἐν τίσιν. οὐκοῦν ἕτερον μὲν οὐδὲν ὄντως ἁλώσονται τῷ γε ὄμμασιν ὀρθοῖς τὰ ἐπ' αὐτοῖς διευκρινουμένῳ ἢ μισθωτοὶ καὶ ψευδοποιμένες καὶ δειλοὶ καὶ προδόται καὶ ὀκνηροὶ, λόγον μὲν οὐδένα τῆς τῶν προβάτων ὠφελείας πεποιημένοι πώποτε, τὸ δὲ ἡδύ πως καὶ ἑκάστῳ δοκοῦν πανταχόθεν ἐκπορίζειν σπουδάζοντες. μισθωτοὶ γὰρ ἦσαν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οὐκ ἦν αὐτῶν ἴδια τὰ πρόβατα, μᾶλλον δὲ τοῦ Χριστοῦ τοῦ μισθώσαντος κατὰ τὴν ἀρχὴν, καὶ ἐπὶ τιμαῖς ταῖς ἀνωτάτω χειροτονήσαντος ἐπιστάτας τοῖς Ἰουδαίων λαοῖς τοὺς ἱερουργούς· ἀλλὰ τὴν οὕτω λαμπρὰν καὶ . . . . . τῆς τῶν θρεμμάτων αὐλῆς ἀφειδήσαντες παντελῶς, προὔδωκαν τῷ λύκῳ τὰ πρόβατα, καὶ