Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.225
Not analysed yet
ὅπως ἢ τίνα τρόπον ἐροῦμεν ἐπιτομώτερον. ἐν μὲν γὰρ τοῖς ἀρχαιοτέροις καιροῖς, μόνον ἐπεγράφετο βασιλέα τὸν Θεὸν ὁ πολύχους τῶν Ἰουδαίων λαὸς, αὐτῷ τὸ δίδραχμον, αὐτῷ θυσίας ἐτέλει, καὶ ὥσπερ τινὰ δασμὸν, τὴν ἐν νόμῳ προσεκομίζετο πολιτείαν. ἀλλ' ἦλθεν ἐπ' αὐτὸν καθάπερ τις ἄγριος λύκος ἑτερογενὴς ἄνθρωπος, δουλείας ἐπιθεὶς ὄνομά τε καὶ πρᾶγμα, καὶ βασιλείας ἀνθρωπίνης ἐπιῤῥίπτων ζυγὸν, μετακομίζεσθαί πως ἐπαναγκάζων εἰς ἔκνομόν τε καὶ ἀήθη ζωὴν, φόρους ἐξαιτῶν, τῆς ὑπὸ Θεῷ βασιλείας ἀποσυλῶν. ἦν γὰρ δὴ καὶ ἀνάγκη τοῖς εἰς τοῦτο ταλαιπωρίας κατεῤῥαγμένοις τοῖς τοῦ κρατοῦντος ὑπείκειν θεσμοῖς· ἧκεν ὁ ἀλλογενὴς ἀφιστὰς μὲν ἀρχὴν τὴν παρὰ Θεοῦ, τουτέστι, τὴν ἱερᾶσθαι λαχοῦσαν φυλὴν, ᾗ τὸ κρίνειν καὶ τὸ δικάζειν ἐπετέτραπτο παρὰ Θεοῦ, μετατιθεὶς πάντα καὶ βιαζόμενος, ἑαυτὸν τοῖς νομίσμασιν ἐνσημαίνεσθαι ποιῶν, καὶ πᾶν εἶδος ἐπάγων πλεονεξίας. πρὸς τὴν οὕτως ἀφόρητον ὕβριν οὐκ ἠγρύπνησαν οἱ ποιμένες. εἶδον τὸν λύκον ἐρχόμενον, καὶ τὴν ἀγέλην ἀφέντες ἀπέδρασαν, οὐ γὰρ ἦν αὐτῶν ἴδια τὰ πρόβατα, οὐκ ἐκάλεσαν τὸν ἐπαμῦναι δυνάμενον, τὸν διασώσαντα μὲν ἐκ Βαβυλωνίων, ἀνατρέψαντα δὲ τὸν Ἀσσύριον, τὸν ἀνελόντα διὰ χειρὸς ἀγγέλου "ἑκατὸν καὶ ὀγδοήκοντα "πέντε χιλιάδας" τῶν ἀλλογενῶν. ὅτι δὲ ἠδίκησεν οὐ μικρῶς καὶ παρέλυσεν εἰς εὐλάβειαν τοὺς ἐξ Ἰσραὴλ τὸ παραδέξασθαι τὴν ὀθνείων ἀρχὴν, τὴν ὑπό γε τοῖς ἀλλογενέσι φημὶ, καὶ ἐξ αὐτοῦ μαθήσῃ τοῦ πράγματος. Πιλάτου γάρ ποτε τοῖς Ἰουδαίοις τὸ παράλογον ἐξονειδίζοντος θράσος, ὅτε καὶ σταυροῦσθαι παρεκάλουν τὸν Κύριον, καὶ ἀκατακαλύπτως λέγοντος "Τὸν βασιλέα ὑμῶν σταυρώσω;" τότε