Ancient Greek
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.226
Not analysed yet
δὴ τότε τὴν ὑπὸ Θεῷ δουλείαν ἀποσεισάμενοι, καὶ τὰ τῆς ἀρχαίας δεσποτείας διαῤῥηγνύντες δεσμὰ, νέοις ὥσπερ προσεχώρουν ζυγοῖς, ἀνέδην ἀναφωνήσαντες "Οὐκ ἔχομεν "βασιλέα εἰ μὴ Καίσαρα." καὶ ταῦτα τοῖς ἡγουμένοις ὀρθῶς ἔχειν ἐδόκει, δρώμενά τε καὶ ἀναφωνούμενα· αὐτοῖς οὖν ἄρα τὰς ἐφ' ἅπασι τοῖς κακοῖς ἀναθετέον αἰτίας. κατακρίνονται δὲ καὶ μάλα εἰκότως ὡς τῶν ποιμνίων προδόται, ὡς δειλοὶ καὶ ἄνανδροι καὶ φιλόμαχοι παντελῶς, καὶ ἀπαυδήσαντες ὁλοκλήρως τὸ ὑπερασπίζειν καὶ ὑπερμάχεσθαι θέλειν τῶν ὑπὸ χεῖρα ποιμνίων. διὰ τοῦτο καὶ Θεὸς αὐτοὺς ἀπαιτιᾶται λέγων "Ὅτι οἱ ποιμένες ηὐφρονεύσαντο, καὶ τὸν "Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ "νομὴ, καὶ διεσκορπίσθησαν." ἐξ αὐτῶν τοιγαροῦν ἀποδέδεικται τῶν πραγμάτων, ὅτι ποιμὴν μὲν προβάτων ἀγαθὸς ὄντως ὁ Χριστὸς, οἱ δὲ φθόροι μᾶλλον ἢ ἀγαθοὶ ἐπαίνων τε τῶν ἐπὶ γνησιότητι πολὺ δὴ λίαν ἐξῳκισμένοι. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἀνεσκίρτησε πάλιν ὡς τὴν νικῶσαν εὑρὼν, καὶ τὴν ἐπὶ τὸ χρῆναι προτάττεσθαι τῆς Ἰουδαίων ἀρχῆς ἀποκομισάμενος ψῆφον, οὐ ταῖς τινῶν μαρτυρίαις, ἀλλ' ἐξ αὐτῆς ἤδη τῆς τῶν πραγμάτων συνεξετάσεως ἀναφωνουμένην. ὅνπερ γὰρ τρόπον ἀντιπαραθεὶς τὰ οἰκεῖα τοῖς διὰ τῶν ψευδοπροφητῶν κακουργήμασι, καὶ ἀμείνω δεικνὺς τῆς ἐκείνων ψευδολογίας τῶν οἰκείων κατορθωμάτων τὴν ἔκβασιν· τοὺς μὲν γὰρ ἐπὶ μόνῳ τῷ κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι γενέσθαι φησὶν αὐτομόλους ἐπὶ τὸ ψεύδεσθαι, καὶ ἃ μὴ θέμις εἰπεῖν, ἑαυτὸν γεμὴν ἀφῖχθαι πρὸς τὸ μὴ μόνον ἔχειν ζωὴν, ἀλλὰ