Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.227
Not analysed yet
καὶ περισσόν τι τὰ πρόβατα· καλῶς τε καὶ ὀρθῶς ἀνεφώνει τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, οὕτω κἀνθάδε τὸν ἀγαθὸν ὄντως ποιμένα διορισάμενος ἐν τῷ καὶ προθνήσκειν ἐπείγεσθαι τῶν προβάτων, καὶ τὴν ψυχὴν προθεῖναι προθύμως ὑπὲρ αὐτῶν, τὸν δὲ μισθωτὸν καὶ ὀθνεῖον ἐπιστάτην καὶ δειλὸν καὶ φυγάδα, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων προειρηκὼς, ἐπείπερ ἑαυτὸν οἶδε καταθήσοντα τὴν ψυχὴν ὑπὲρ τῶν ποιμνίων, πάλιν εὐλόγως ἀναβοᾷ τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ἔδει γὰρ ἔδει πάντας νικᾶν τὸν ἐν πᾶσι πρωτεύοντα, ἵνα καὶ ἀληθὴς φανῆται πάλιν ὁ μελῳδὸς πρὸς αὐτόν που λέγων "Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς "ἐν τῷ κρίνεσθαί σε." Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνο διασκεπτέον. οἶμαι γὰρ ἔγωγε τὰ πρὸς ὠφελείας ἐσόμενα πολλῆς τοῖς Ἰουδαίων λαοῖς παραθέντα τὸν Κύριον, μὴ μόνον ἐξ οἰκείων ῥημάτων, ἀλλὰ καὶ διὰ τῆς τῶν προφητῶν χρησμῳδίας ἀναπείθειν αὐτοὺς ἐπείγεσθαι τὰ εἰκότα φρονεῖν, καὶ εἰδέναι σαφῶς, ὡς αὐτὸς μέν ἐστιν ὁ ποιμὴν ὁ καλὸς, οἱ δὲ οὐκέτι· πόθεν; ἦν γὰρ οὐκ ἀπεικὸς ἐννοεῖν ὡς εἰ μὴ τοῖς παρ' αὐτοῦ καταπείθονται λόγοις, ἀλλά γε τοῖς δι' ἐκείνων καὶ οὐχ ἑκόντες ἐνδώσουσι. λέγει τοίνυν τό Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, εἰς ἀνάμνησιν ὥσπερ τῶν εἰρημένων διὰ φωνῆς Ἰεζεκιὴλ τοῦ προφήτου τὴν τῶν Ἰουδαίων ἀνακομίζων διάνοιαν. λέγει γὰρ οὕτω περί τε Χριστοῦ καὶ τῶν καθηγεῖσθαι λαχόντων τῆς Ἰουδαίων ἀγέλης "Τάδε λέγει κύριος κύριος Ὦ ποιμένες "τοῦ Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ "πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατεσθίετε "καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ