Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.228
Not analysed yet
"πρόβατά μου οὐ βόσκετε. τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, "καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντε"τριμμένον οὐ κατεδήσατε, καὶ τὸ πεπλανημένον οὐκ "ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ "ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ διεσπάρη τὰ πρό"βατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ ἐγενήθη εἰς "κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ διεσπάρη τὰ "πρόβατά μου ἐν παντὶ ὄρει καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, "καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς, καὶ οὐκ ἦν ὁ ἐκζητῶν "οὐδὲ ἐπιστρέφων." εἷς γὰρ τοῖς Ἰουδαίων καθηγηταῖς ὁ σκοπὸς πρὸς μόνην ὁρᾶν τὴν φιλοκερδίαν, καὶ χρηματίζεσθαι μὲν ταῖς παρὰ τῶν ὑπηκόων προσαγωγαῖς, δασμούς τε συλλέγειν, καὶ τὰ ὑπὲρ νόμον διατάσσειν, τοῦ δέ γε λυσιτελήσειν μέλλοντος, ἢ καὶ τοῦ διασώζειν ἰσχύοντος τοὺς ὑπὸ χεῖρα λαοὺς, μηδένα ποιεῖσθαι λόγον. διὰ τοῦτο πάλιν ἐπ' αὐτοῖς οὕτω φησὶν ὁ καλὸς ὄντως ποιμήν "Τάδε λέγει "Κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω "τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω "αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκή"σουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά "μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔτι ἔσονται αὐτοῖς "εἰς κατάβρωμα." καὶ πάλιν μεθ' ἕτερα "Καὶ ἀναστήσω "ἐπ' αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανεῖ αὐτοὺς, τὸν δοῦλόν "μου Δαυεὶδ, καὶ ἔσται αὐτῶν ποιμὴν, καὶ ἐγὼ Κύριος "ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαυεὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· "ἐγὼ Κύριος ἐλάλησα. καὶ διαθήσομαι τῷ Δαυεὶδ διαθήκην