Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.229
Not analysed yet
"εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ "κατοικήσουσιν ἐν τῇ ἐρήμῳ καὶ ὑπνώσουσιν ἐν τοῖς "δρυμοῖς. καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου, καὶ "δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας, καὶ τὰ ξύλα τοῦ "πεδίου δώσουσι τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὸν "καρπὸν αὐτῆς." οὐκοῦν ἐν τούτοις εὖ μάλα καὶ σαφῶς, ὅτι μὲν τῆς τῶν Ἰουδαίων ἡγεμονίας ἐκστήσεται τῶν Φαρισαίων ἡ ἀνοσία πληθὺς διαγορεύει Θεὸς, ὅτι δὲ μετ' ἐκείνους ἐπιστατήσει ταῖς λογικαῖς τῶν πιστευόντων ἀγέλαις ὁ ἐκ σπέρματος Δαυεὶδ τὸ κατὰ σάρκα Χριστὸς ἀναφανδὸν ὡρίσατο. διαθήκην γὰρ εἰρήνης συντέτακται δι' αὐτοῦ, τὸ εὐαγγελικὸν δηλονότι καὶ θεσπέσιον κήρυγμα πρὸς φιλίαν ἡμᾶς ἀναφέρον τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν περιποιοῦν. δι' αὐτοῦ τε πάλιν ὁμοίως ὁ τῆς εὐλογίας ὑετὸς, τουτέστιν, ἡ τοῦ Πνεύματος ἀπαρχὴ καρποφόρον ὥσπερ τινὰ γῆν ἀποτελοῦσα τὴν ἐν ᾗπερ ἂν γένοιτο ψυχήν. ἐπειδὴ δὲ τοῖς μὲν προβάτοις οὐ μετρίως οἱ Φαρισαῖοι διελυμήναντο, καταβόσκοντες μὲν οὐδαμῶς, καταλωβᾶσθαι δὲ μᾶλλον αὐτὰ πολλαχῶς ἐπιτρέποντες, διέσωσε δὲ ὁ Χριστὸς, καὶ τῆς ἄνωθεν εὐλογίας ἐδείχθη καὶ δοτὴρ καὶ πρόξενος, εἰκότως ἀναφαίνεται τοῦθ' ὅπερ ἐστὶν ὁμολογῶν Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Σκανδαλιζέσθω δέ μοι μηδεὶς, εἰ δοῦλον ἀπεκάλεσεν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐκ σπέρματος Δαυεὶδ γενόμενον ἄνθρωπον, καίτοι κατὰ φύσιν ὄντα Θεὸν καὶ Υἱὸν ἀληθινὸν, ἐννοείτω δὲ μᾶλλον, ὅτι τεταπείνωκεν ἑαυτὸν μορφὴν δούλου λαβών. πρεπόντως ἄρα τῇ ληφθείσῃ μορφῇ κέκληται παρὰ τοῦ Θεοῦ καὶ Πατρός.