Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.230
Not analysed yet
Καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά· καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα. Ἀπεριεργότερον μὲν ἐπὶ τούτῳ φαίη τις ἂν ἕτερον οὐδὲν βεβουλῆσθαι κατασημῆναι τὸν Κύριον, ἢ ὅτι σαφὴς μὲν αὐτὸς ἔσται τοῖς ἑαυτοῦ, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσιν ἀταλαίπωρον χαριεῖται τὴν περὶ αὐτοῦ γνῶσιν, ἐπιγνώσεται δὲ καὶ αὐτὸς τοὺς ἰδίους, οὐκ ἀνόνητον δηλονότι τὸ γινώσκεσθαι καθιστὰς τοῖς τοῦτο δὴ λαχοῦσι. τί γὰρ ἐροῦμεν τὸ ἄμεινον τοῦ γινώσκεσθαι Θεῷ; ἐπειδὴ δὲ πικροτέραν ἐφ' ἑαυτῷ τὴν βάσανον ἐξαιτεῖ πως τὸ εἰρημένον διὰ τὸ προσκεῖσθαι μάλιστα Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· φέρε πρὸς τοιαύτην ἴωμεν τοῦ προκειμένου τὴν ἔννοιαν. οὐ γὰρ, οἶμαι, τὶς ἐρεῖ τῶν ἐῤῥωμένον ἐχόντων τὸν νοῦν κατισχύσαι τῶν ὄντων τινὰ τοιαύτην δύνασθαι λαβεῖν περὶ Χριστοῦ τὴν γνῶσιν, ὁποίαπερ ἂν εἴη τυχὸν ἡ ἐν τῷ Θεῷ καὶ Πατρὶ περὶ αὐτοῦ. μόνος γὰρ οἶδεν ὁ Πατὴρ τὸ ἴδιον γέννημα, γινώσκεται δὲ ὑπὸ μόνου τοῦ ἰδίου γεννήματος. "Οὐδεὶς γὰρ οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδ' αὖ "τὸν Πατέρα τις οἶδε τί ἐστιν εἰ μὴ ὁ Υἱὸς," κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. ὅτι μὲν γὰρ Θεὸς ὁ Πατὴρ καὶ Θεὸς ὁμοίως ἀληθινὸς ὁ Υἱὸς, ἴσμεν τε καὶ πεπιστεύκαμεν· τὸ δὲ τί κατ' οὐσίαν ἐστὶν ἡ ἄῤῥητος φύσις, ἀνέφικτον παντελῶς ἡμῖν τε καὶ τοῖς ἄλλοις λογικοῖς κτίσμασι. πῶς οὖν ἰσομέτρως εἰσόμεθα τῷ Πατρὶ τὸν Υἱόν; ἀθρητέον γὰρ ὅπως ἐπιγνώσεσθαι μὲν αὐτὸς ἡμᾶς διισχυρίζεται, ἐπιγνωσθήσεσθαι δὲ παρ' ἡμῶν ὡς οἶδεν αὐτὸς τὸν Πατέρα καὶ ὁ Πατὴρ αὐτόν. Οὐκοῦν ἐπεξεργαστέον καὶ τίνα τοῖς εἰρημένοις ἐφαρμόσωμεν θεωρίαν, οὐκ ἀπὸ τοῦ προκειμένου φέρουσαν σκοποῦ·