Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.24
Not analysed yet
οὐδὲ ὡς ἔξω βεβηκὼς τοῦ πρέποντος τῇ οἰκονομίᾳ πράγματος, οὐ γὰρ ἂν ἐβουλεύσατό τι Θεὸς, ὃ μὴ πάντως ἦν γενέσθαι καὶ πρέπον· διὰ δὲ τοῦ λέγειν, ὡς οὐχ ὑμῖν ἔδει λαλῆσαι κατὰ τὴν ἀρχὴν, οὐδὲ θεμέλιον ὥσπερ καταβαλέσθαι παρ' ὑμῖν τῆς σωτηριώδους διδασκαλίας, ἀληθῆ καὶ φιλάνθρωπον κατὰ φύσιν ὑπάρχοντα καὶ τὸν Πατέρα δεικνύει καὶ ἑαυτόν. ἰδοὺ γὰρ, καίτοι μὴ οὖσιν ἀξίοις τοῖς ἀνοσίοις Ἰουδαίοις τὸν σωτήριον ἐχαρίζετο λόγον, ἐν δευτέρῳ κατατάξας τόπῳ τῶν ἐθνῶν τὴν πληθὺν, καίτοι λίαν εὐπετέστερον καὶ πιστεύειν αὐτῷ καὶ πείθεσθαι μελετήσασαν. Τί οὖν ἄρα τὸ ἀναπεῖσαν αὐτὸν τὸν σκληροτράχηλον τῶν Ἰουδαίων λαὸν τῶν ἑτέρων προτάξαι καὶ προτιμᾶν; πρὸς αὐτοὺς ἐποιήσατο τῆς ἀφίξεως τὴν ἐπαγγελίαν διὰ τῶν ἁγίων προφητῶν, αὐτοῖς ἡ χάρις διὰ τοὺς πατέρας ὠφείλετο. διὰ τοῦτο καὶ ἔφασκεν "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρό"βατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·" καὶ πρὸς γυναῖκα δὲ τὴν συροφοινίκισσαν "Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν "τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις." οὐκοῦν ὁ μὲν Ἰσραὴλ ἐκ τούτου τετίμηται, καὶ προτέτακται τῶν ἐθνῶν, καίτοι σκαιοτέραν ἔχων τὴν γνώμην. ἐπειδὴ δὲ ἠγνόησε τὸν ἁπάντων Δεσπότην, καὶ τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν τὸν τελειωτὴν, μετέστη λοιπὸν ἐπὶ τὰ ἔθνη τῆς διδασκαλίας ἡ χάρις, οἷς ἐχρῆν κατὰ τὴν ἀρχὴν καὶ ἐν πρώτοις προσδιαλεχθῆναι τὸν Κύριον, οὐχ ὅσον εἰς τὴν ὑπόσχεσιν τὴν εἰς τοὺς πατέρας γεγενημένην, ἀλλ' ὅσον εἰς τὴν ἐνοῦσαν αὐτοῖς εὐπείθειαν. Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν. Καταδικαζόντων αὐτοῦ τῶν Ἰουδαίων προαλέστερον, καὶ οὐδενὶ μὲν ἐχόντων τὸ παράπαν ἐγκαλεῖν, ἐπὶ μόνῃ δὲ τῇ