Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.231
Not analysed yet
ζητητέον δὲ, τό γε ἧκον εἰς νοῦν ἐγὼ μὲν οὐκ ἀποκρύψομαι, τοῖς γεμὴν ἐθέλουσιν ἔστω παραδεκτόν. οἶμαι γὰρ ὅτι τὴν γνῶσιν ἐν τούτοις οὐχ ἁπλῶς τὴν εἴδησιν λέγει, δέχεται δὲ μᾶλλον ἀντὶ τῆς οἰκειότητος, ἤτοι τῆς κατὰ γένος καὶ φυσικῆς, ἢ τῆς ὡς ἐν μεθέξει χάριτος καὶ τιμῆς. γνωστοὺς οὖν ἔθος ἀποκαλεῖν τοῖς Ἑλλήνων παισὶν οὐχ ὅπως τοὺς κατὰ τὰ γένους οἰκείους μόνον, ἀλλὰ καὶ ὁμαίμους ἀδελφούς. ὅτι δὲ καὶ ἡ θεία γραφὴ γνῶσιν οἶδε τὴν οἰκειότητα, διὰ τούτων εἰσόμεθα. λέγει γάρ που Χριστὸς περὶ τῶν οὐδαμόθεν οἰκειωθέντων αὐτῷ "Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ "τῇ ἡμέρᾳ· τῇ τῆς κρίσεως δηλονότι· Κύριε Κύριε, οὐ τῷ "σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ δαιμόνια "ἐξεβάλομεν; τότε ὁμολογήσω αὐτοῖς, ὅτι ἀμὴν λέγω ὑμῖν "ὅτι οὐδέποτε ἔγνων ὑμᾶς." ἀλλ' εἴπερ ἡ γνῶσις μόνην ἡμῖν κατασημαίνει τὴν εἴδησιν, πῶς ἠγνόησε τῶν ὄντων τινὰς ὁ πάντα ἔχων "γυμνὰ καὶ τετραχηλισμένα τοῖς "ὀφθαλμοῖς αὐτοῦ," καθὰ γέγραπται· ὁ καὶ "πρὶν γενέ"σεως τὰ πάντα εἰδώς;" οὐκοῦν ἀνόητον κομιδῇ, μᾶλλον δὲ ἤδη καὶ δυσσεβὲς, τὸ ἀγνοῆσαί τινας ὑποτοπῆσαι τὸν Κύριον, οἰησόμεθα δὲ μᾶλλον εἰπεῖν αὐτὸν ὡς οὐδαμόθεν τὴν οἰκειότητα τὴν πρὸς αὐτὸν καὶ σχέσιν ἐπάγονται. οὐκ οἶδα γὰρ, φησὶ, γεγονότας ἐραστὰς ἀρετῆς, οὐ τὸν ἐμὸν τιμήσαντας λόγον, ἀλλ' οὐδὲ συναφθέντας ἐμοὶ διὰ πράξεων ἀγαθῶν. ἀκολούθως τοῖς ἄνω νοήσεις καὶ ἐπὶ τοῦ πανσόφου Μωυσέως, ὅταν πρὸς αὐτὸν λέγῃ Θεός "Οἶδά σε παρὰ "πάντας, καὶ χάριν εὗρες παρ' ἐμοῦ," ἀντὶ τοῦ ἐν οἰκειότητι τῇ ὑπὲρ πάντας ἐτέθης παρ' ἐμοὶ, καὶ πολλὴν ἐπορίσω τὴν χάριν. καὶ οὐκ ἀναιροῦντες τὸ καὶ εἰς εἰδήσεως δύναμιν τὴν γνῶσιν λαμβάνεσθαι τὰ τοιαῦτά φαμεν, ἀλλὰ τρόπον τοῖς