Ancient Greek
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.232
Not analysed yet
θεωρήμασιν ἐπινοοῦντες τὸν πρεπωδέστερον. οὐκοῦν Γινώσκω φησὶ τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· ἀντὶ τοῦ προσοικειωθήσομαι τοῖς προβάτοις τοῖς ἐμοῖς, οἰκειωθήσεται δέ μοι τὰ πρόβατα τὰ ἐμὰ, κατὰ τοῦτον τὸν τρόπον καθ' ὃν ἐμοὶ μὲν οἰκεῖός ἐστιν ὁ Πατὴρ, ἐγὼ δὲ αὖ πάλιν οἰκεῖός εἰμι τῷ Πατρί. ὅνπερ γὰρ τρόπον οἶδεν ὁ Θεὸς καὶ Πατὴρ γνησίαν ἔχων ὠδῖνα τὸν ἴδιον Υἱὸν καὶ καρπὸν τῆς οὐσίας αὐτοῦ, οἶδε δὲ πάλιν ὁ Υἱὸς Πατέρα κατὰ ἀλήθειαν ἔχων τὸν Θεὸν, ἅτε δὴ γεννητὸς ὑπάρχων ἐξ αὐτοῦ, κατὰ τὸν αὐτὸν καὶ ἡμεῖς τρόπον προσοικειωθέντες αὐτῷ, γένος αὐτοῦ χρηματίζομεν καὶ κεκλήμεθα τέκνα, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ "Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός." γένος δὲ καὶ γνήσιον ἐσμὲν καὶ χρηματίζομεν τοῦ Υἱοῦ, καὶ δι' αὐτὸν τοῦ Πατρὸς, ἐπείπερ ὑπάρχων ἐκ Θεοῦ Θεὸς Μονογενὴς ἄνθρωπος γέγονε, τὴν αὐτὴν ἡμῖν φύσιν ἀναλαβὼν, εἰ καὶ δίχα πάσης ἁμαρτίας. ἐπεὶ πῶς "γένος ἐσμὲν τοῦ Θεοῦ," κατὰ τίνα δὲ τρόπον "θείας φύσεως κοινωνοί;" οὐ γὰρ ἐν μόνῳ τῷ ἐθελῆσαι Χριστὸν εἰς οἰκειότητα λαβεῖν ἡμᾶς τὸ τῆς καυχήσεως ἔχομεν μέτρον, ἀλλ' ἐπαληθεύεται πᾶσιν ἡμῖν ἡ τοῦ πράγματος δύναμις. θεία μὲν γὰρ φύσις ὁ τοῦ Θεοῦ Λόγος καὶ μετὰ σαρκὸς, ἡμεῖς δὲ γένος αὐτοῦ, καίτοι κατὰ φύσιν ὄντος Θεοῦ, διὰ τὸ τὴν αὐτὴν ἡμῖν σάρκα λαβεῖν. οὐκοῦν ἐμφερὴς ὁ τῆς οἰκειότητος τρόπος. ὡς γὰρ ᾠκείωται μὲν αὐτὸς τῷ Πατρὶ, ᾠκείωται δὲ διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Πατὴρ αὐτῷ, οὕτω καὶ ἡμεῖς αὐτῷ καθὸ γέγονεν ἄνθρωπος, καὶ αὐτὸς δὲ ἡμῖν. δι' αὐτοῦ δὲ ὡς διὰ μεσίτου τῷ Πατρὶ συναπτόμεθα. μεθόριον γὰρ ὥσπερ τι θεότητός τε τῆς ἀνωτάτω καὶ ἀνθρωπότητός ἐστιν ὁ Χριστὸς, ἐν ταὐτῷ τε ὢν ἀμφότερα, καὶ οἷον συνέχων ἐν ἑαυτῷ