Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.233
Not analysed yet
τὰ τοσοῦτον διῳκισμένα, καὶ συνάπτεται μὲν ὡς φύσει Θεὸς τῷ Θεῷ καὶ Πατρὶ, ἀνθρώποις δὲ πάλιν ὡς κατ' ἀλήθειαν ἄνθρωπος. Ἀλλ' ἴσως ἐρεῖ τις Οὐχ ὁρᾷς, ὦ οὗτος, ὅποι ποτὲ πάλιν ὁ σὸς ἀποκινδυνεύει λόγος; εἰ γὰρ καθὸ γέγονεν ἄνθρωπος γινώσκειν αὐτὸν οἰησόμεθα τὰ αὐτοῦ, τουτέστιν, ἐλθεῖν εἰς οἰκειότητα τῶν προβάτων αὐτοῦ, τίς ἔξω μένει τῆς ἀγέλης; ἔσονται γὰρ οἰκεῖοι σύμπαντες καθὸ καὶ ἄνθρωποι καθάπερ αὐτός. τί οὖν ἐν τῷ λέγειν ἔτι τὸ περισσόν Τὰ ἐμά; τί δὲ τοῖς ὄντως αὐτοῦ τὸ ἐξαίρετον; εἰ γὰρ πάντες οἰκεῖοι διὰ τὴν ἤδη προειρημένην αἰτίαν, τί τοῖς γνωρίμοις ἔσται τὸ πλεῖον; Πρὸς τοῦτό φαμεν, ὅτι κοινὸς μὲν ἅπασι καὶ τοῖς ἐγνωκόσιν αὐτὸν καὶ τοῖς ἀγνοήσασιν ὁ τῆς οἰκειότητος τρόπος· γέγονε γὰρ ἄνθρωπος, οὐ χαριζόμενος ἀνὰ μέρος τισὶ, τισὶ δὲ οὐκέτι, ἀλλ' ὅλην πεσοῦσαν ἐποικτείρας τὴν φύσιν. ὀνήσει δὲ οὐδὲν ὁ τῆς οἰκειότητος τρόπος τοὺς διὰ τῆς ἀπειθείας ὑβρίζοντας, ἀπονεμηθήσεται δὲ μᾶλλον καθάπερ γέρας ἐξαίρετον τοῖς ἀγαπῶσιν αὐτόν. ὅνπερ γὰρ τρόπον ὁ τῆς ἀναστάσεως λόγος διήκει μὲν ἐπὶ πάντας, διὰ τὴν τοῦ Σωτῆρος ἀνάστασιν, ὅλην ἑαυτῷ συνανιστῶντος τὴν ἀνθρώπου φύσιν, ὠφελήσει δὲ οὐδὲν τοὺς φιλαμαρτήμονας· κατοιχήσονται γὰρ εἰς τὸν ᾅδην, ἐπὶ μόνῳ τῷ χρῆναι κολάζεσθαι τὸ ἀναβιῶναι δεχόμενοι· τοῖς γεμὴν τὸν ἐξαίρετον ἠσκηκόσι βίον πρὸς ὠφελείας ἔσται πολλῆς· ἐπὶ γὰρ μετουσίᾳ τῶν ὑπὲρ νοῦν ἀγαθῶν λήψονται τὴν ἀνάστασιν· κατὰ τοῦτον οἶμαι τὸν τρόπον τὸν τῆς οἰκειότητος λόγον ἥκειν μὲν ἐπὶ πάντας πονηρούς τε καὶ ἀγαθοὺς, μὴ μὴν ἐν ἴσῳ πᾶσιν ὑπάρχειν, ἀλλὰ τοῖς μὲν πιστεύουσιν εἰς αὐτὸν συγγενείας ἀληθοῦς καὶ τῶν ταύτῃ χρεωστουμένων ἀφορμὴν, τοῖς δὲ μὴ τοιούτοις ἀχαριστίας τε καὶ ἀνοσιότητος