Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.234
Not analysed yet
ἔγκλημα χαλεπώτερον. καὶ ταῦτα μὲν ἐπὶ τούτοις ἡμεῖς· διανοείσθω δέ τις τὰ τελεώτερα. Ἐπιτηρητέον δὲ γεμὴν ὅπως ἐστὶν ἀληθής τε ὁμοῦ καὶ ἀσφαλὴς ὁ λόγος, οὐ γὰρ διαφορήσας περὶ αὐτῶν ὁρᾶται, ἀλλ' ἐν τάξει τῇ οἰκείᾳ καὶ πρεπωδεστάτῃ τῶν πραγμάτων ἕκαστα τιθείς. οὐ γὰρ ἔφη Γινώσκει με τὰ ἐμὰ καὶ γινώσκω τὰ ἐμὰ, ἀλλ' ἑαυτὸν ἐγνωκότα πρότερον εἰσφέρει τὰ ἴδια πρόβατα, εἶθ' οὕτως γνωσθήσεσθαί φησι παρ' αὐτῶν. ἐκληφθείσης δὲ τῆς γνώσεως ἐπὶ μὲν τῆς εἰδήσεως, ὥσπερ οὖν ἐλέγομεν ἐν ἀρχῇ, τοιῶσδέ πως νοήσεις Οὐχ ἡμεῖς αὐτὸν ἐπεγνώκαμεν πρῶτοι, ἐπέγνω δὲ ἡμᾶς πρῶτον αὐτός. καὶ γοῦν ὁ Παῦλος τοῖς ἐξ ἐθνῶν ἐπιστέλλων τοιοῦτόν τι φησί "Διὸ μνημονεύετε ὑμεῖς τὰ ἔθνη ἐν σαρκὶ οἱ λεγόμενοι "ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειρο"ποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλο"τριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν δια"θηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν "τῷ κόσμῳ· νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ οἱ ποτὲ ὄντες "μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ." ἐξ ἀμετρήτου γὰρ ἡμερότητος ἑαυτὸν τοῖς ἔθνεσι προσαγήοχεν ὁ Χριστὸς, καὶ προέγνω μᾶλλον ἢ ἐγνώσθη παρ' ἡμῶν. εἰς δέ γε τὴν οἰκειότητα καὶ συγγένειαν νοουμένης τῆς γνώσεως, πάλιν ἐκεῖνό φαμεν Οὐχ ἡμεῖς ἠρξάμεθα τοῦ πράγματος, ἀλλ' ὁ ἐκ Θεοῦ Θεὸς Μονογενής· οὐ γὰρ ἡμεῖς ἐπεδραξάμεθα τῆς ὑπὲρ φύσιν θεότητος, ἀλλ' αὐτὸς ὁ φύσει Θεὸς σπέρματος Ἁβραὰμ ἐπελάβετο, καθά φησιν ὁ Παῦλος, καὶ γέγονεν ἄνθρωπος, ἵνα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς κατὰ πάντα, χωρὶς ἁμαρτίας, πρὸς οἰκειότητα λάβῃ τὸν οὐκ ἔχοντα ταύτην ἐξ ἑαυτοῦ, τουτέστι, τὸν ἄνθρωπον. οὐκοῦν