Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.235
Not analysed yet
ἀναγκαίως αὐτὸς ἡμᾶς προεγνωκέναι φησὶν, εἶθ' οὕτως ἡμᾶς αὐτόν. Καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Ὡς ὑπὲρ οἰκείων ἤδη καὶ συγγενῶν ηὐτρέπισται μὲν εἰς τὸ παντὶ μὲν ὑπερασπίζειν τρόπῳ, καὶ κατεπαγγέλλεται καὶ προκινδυνεύειν μὲν ἑτοίμως, συνιστὰς ἐν ταὐτῷ διὰ τῆς ἐπαναλήψεως ὅτι περ αὐτὸς ὄντως ἐστὶν ὁ ποιμὴν ὁ καλός. οἱ μὲν γὰρ τοῖς λύκοις ἀνέντες τὰ πρόβατα, καὶ δειλοὶ καὶ μισθωτοὶ διὰ τοῦτο καὶ μάλα κατωνομάσθησαν, ὁ δὲ ἐπείπερ ἔγνω τοσοῦτον αὐτῶν ὑπεραγωνίσασθαι δεῖν, ὡς μηδὲ αὐτὸν καταναρκῆσαι τὸν θάνατον, εὐλόγως ἂν δὴ νοοῖτο ποιμὴν ὁ καλός. λέγων δὲ ὅτι τίθημι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων, ἐπείπερ εἰμὶ ὁ ποιμὴν ὁ καλὸς, ὑποπλήττει τὸν Φαρισαῖον, καὶ δίδωσί πως ἐννοεῖν ὅτι τοσοῦτον ἐμπαροινήσει ποτὲ, καὶ εἰς τοῦτο μανίας τῆς ἐπ' αὐτῷ κληθήσεται, ὡς θανάτῳ περιβαλεῖν ὃν ἥκιστα μὲν τοῦτο πάσχειν ἐχρῆν, ἐπαίνου δὲ μᾶλλον παντὸς ἀξιοῦσθαι καὶ θαύματος αὐτῶν τε ὧν εἰργάζετο χάριν, καὶ τῆς ἐν τῷ ποιμαίνειν εὐτεχνοῦς ἐπιστήμης. Σημειωτέον γεμὴν ὅτι τὸν ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς θάνατον οὐκ ἀκούσιον ὑπέμεινεν ὁ Χριστὸς, ἐθελοντὴς δὲ πρὸς τοῦτο βαδίζων ὁρᾶται, καίτοι ῥᾷστα τὸ πάσχειν διαδράναι δυνάμενος, εἰ μὴ βούλοιτο παθεῖν. οὐκοῦν τὸ τῆς εἰς ἡμᾶς ἀγαπήσεως κάλλος καὶ τὸ τῆς ἡμερότητος ὑπερφυὲς, ἐν τῷ καὶ ἑκόντα παθεῖν ὑπὲρ ἡμῶν ὀψόμεθα.