Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.236
Not analysed yet
Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Πολυτρόπως τὸν ἄτακτον περικροτεῖ Φαρισαῖον· ὅτι μὲν γὰρ τῆς τῶν προβάτων ἐπιστασίας ὅσον οὐδέπω παρωσθήσεται, κατάρξει δὲ μᾶλλον αὐτὸς καὶ καθηγήσεται, διὰ πολλῶν ὑπεμφαίνει λόγων. ὑποσημαίνει δὲ ὅτι τοῖς ἐξ Ἰσραὴλ εὐγνωμονεστέροις τὰς ἐκ τῶν ἐθνῶν ἀναμίξας ἀγέλας, οὐ μόνης ἡγεμονεύσει τῆς Ἰουδαίων, ἀλλ' ἤδη καὶ εἰς ὅλην διατενεῖ τὴν γῆν τῆς ἑαυτοῦ δόξης τὸ φῶς, καὶ καλέσει πρὸς θεογνωσίαν τοὺς ἁπανταχόσε λαοὺς, οὐκ ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς εἶναι καταδεχόμενος, ὥσπερ οὖν ἐν ἀρχαῖς, ἁπάσῃ δὲ μᾶλλον τῇ ὑπ' οὐρανὸν προτιθεὶς εἰς ἀπόλαυσιν τῆς ἀληθοῦς θεογνωσίας τὴν ἐπιστήμην. ὅτι δὲ παιδαγωγὸς εἰς εὐσέβειαν τοῖς ἔθνεσιν ἀνεδείχθη Χριστὸς, ἐκμάθοι τις ἂν καὶ λίαν εὐκόλως· μεστὴ γὰρ ἡ θεόπνευστος γραφὴ τῶν ἐπὶ τούτῳ μαρτυριῶν, καὶ ἦν μὲν ὡς ἔοικε παρατρέχειν οὐκ ἀπεικὸς ἀνέντα τοῖς εὐμαθεστέροις τὴν ἐπὶ τούτῳ ζήτησιν· παραθεὶς δ' οὖν ὅμως δύο τῶν προφητῶν ἢ τρεῖς περὶ τούτου λόγους ἐρῶ πάλιν τὰ ἐφεξῆς. φησί που τοίνυν ὁ Θεὸς καὶ Πατὴρ περὶ αὐτοῦ "Ἰδοὺ μαρτύριον ἔθνεσι "δέδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν." διεμαρτύρατο γὰρ τοῖς ἔθνεσιν ὁ Χριστὸς μάθημα δοὺς τὸ σωτήριον, καὶ δι' ὧν ἀνασώζεσθαι χρῆν ἀνυποστόλως εἰπών. μελῳδὸς δὲ ὁ θεῖος καθάπερ εἰς θίασον ἕνα τοὺς ἁπανταχόσε καλῶν, καὶ πρὸς οὐράνιον ἑορτὴν συναγείρεσθαι τὴν ὑφ' ἡλίῳ κελεύων "Πάντα τὰ ἔθνη, φησὶ, κροτήσατε χεῖρας, "ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως." ἀλλ' εἴ τῳ δοκοίη καὶ τῆς οὕτω λαμπρᾶς καὶ ἀοιδίμου πανηγύρεως