Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.237
Not analysed yet
πολυπραγμονεῖν τὴν αἰτίαν, εὑρήσει λέγοντα σαφῶς "Ὅτι "βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλλετε συνετῶς, ἐβασί"λευσεν ὁ Θεὸς ἐπὶ πάντα τὰ ἔθνη." καὶ αὐτὸν δέ που τὸν Κύριον ἐν ἰδίοις λόγοις εἰσαγήοχε πᾶσιν ὁμοῦ τοῖς ἔθνεσι τὸ εὐαγγελικὸν περιαγγέλλοντα κήρυγμα· ἐν γὰρ τῷ ὀγδόῳ καὶ τεσσαρακοστῷ λέγει ψαλμῷ "Ἀκούσατε πάντα τὰ ἔθνη, "ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἵ τε "γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος "καὶ πένης. τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη "τῆς καρδίας μου σύνεσιν." τί γὰρ ἐρεῖ τις τῶν εὐαγγελικῶν παιδευμάτων εἶναί τι σοφώτερον, τί δὲ οὕτως ἐν συνέσει λαληθὲν εὑρήσομεν ὡς μάθημα τὸ διὰ Χριστοῦ; οὐκοῦν· ἐπανήξει γὰρ ὁ λόγος εἰς τὸ ἀπ' ἀρχῆς· ὅτι τοῖς ἐξ Ἰσραὴλ ἐπιστρέφουσι συναγελασθήσεται τῶν ἐθνῶν ἡ πληθὺς, προαγορεύει σαφῶς. ἀλλὰ τοῦ δὴ χάριν, φαίη τις ἂν τὴν ἐν τῷ προκειμένῳ διάνοιαν πικρότερον ἐρευνῶν, τοῖς Ἰουδαίων ἡγουμένοις προσδιαλεγόμενος [ὁ Σωτὴρ], καὶ πρὸς ἄνδρας μίσει καὶ φθόνῳ διακεκαυμένην ἔχοντας τὴν καρδίαν λαλῶν, ἀποκαλύπτει μυστήρια; τί γὰρ, εἰπέ μοι, τοὺς τοιούτους ἐχρῆν ὅτι τῶν ἐθνῶν κατάρξει μαθεῖν, καὶ ὅτι τὰ ἔξω τῆς Ἰουδαίας πρόβατα ταῖς ἰδίαις αὐλαῖς ἐνσηκιεῖ; τί οὖν ἐροῦμεν πρὸς τοῦτο, τί δὲ ἀπολογισόμεθα; οὐχ ὡς φίλοις ἀνακοινοῦται μυστήρια, ἀλλ' οὐδὲ εἰκαίαν αὐτοῖς ποιεῖται τὴν ἐπὶ τούτοις ἐξήγησιν· ἀλλ' ἐπείπερ ὠφελήσων ἠπίστατο, ὅσον ἐφ' ἑαυτῷ· τοῦτο γὰρ ἦν τὸ προκείμενον, εἰ καὶ τῶν ἀκροωμένων δυσάλωτος κομιδῇ καὶ πρὸς εὐπείθειαν οὐκ εὐχερὴς ὑπάρχων ὁ νοῦς διέμεινεν ἀκαμπής. ἐπειδὴ δὲ τήν τε Μωυσέως συγγραφὴν καὶ τὰ τῶν ἁγίων προφητῶν