Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.238
Not analysed yet
μηνύματα διεγνωκότας ἠπίστατο, πολὺς δὲ καὶ μακρὸς παρὰ τοῖς προφήταις ὁ λόγος, ὅτι καὶ τὰ ἔθνη πρὸς θεογνωσίαν σαγηνεύσει Χριστὸς, διὰ τοῦτο σημεῖον αὐτοῖς ὥσπερ τὸ πρᾶγμα τιθεὶς ἐναργέστατον ὡς αὐτὸς εἴη σαφῶς ὁ προηγγελμένος, ὅτι καλέσει καὶ τὰ οὐκ ὄντα ἐκ τῆς Ἰουδαίων αὐλῆς πρόβατα διαῤῥήδην διισχυρίσατο, ἵνα λοιπὸν, ὥσπερ οὖν ἐλέγομεν ἀρτίως, αὐτὸν ὄντως ἐκεῖνον εἶναι πιστεύσειαν, ὃν καὶ ὁ τῶν ἁγίων ἀνδρῶν προεχρησμῴδει χορός. Διὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, ὅτι τίθημι τὴν ψυχὴν ἵνα πάλιν λάβω αὐτήν. Ὑπαντᾷ πολλάκις οὐ μόνον τοῖς ἤδη διὰ γλώττης ἐκπεφωνημένοις, ἀλλὰ καὶ τοῖς ἐν τῷ βάθει λογισμοῖς· Θεὸς γὰρ ὑπάρχων ἀληθινὸς, πάντων ἔχει σαφῆ τὴν ἐπίγνωσιν. διαγελώντων τοιγαροῦν τῶν ἀνοσίων Ἰουδαίων τὸν παρ' αὐτοῦ λόγον, καὶ ἐπείπερ εἰς τοσοῦτον τοῖς ἰδίοις προβάτοις συναθλήσειν κατεπηγγέλλετο, καὶ σφόδρα προθύμως, ὡς καὶ προτεθνάναι λίαν ἑτοίμως ἔχειν, ληρεῖν οἰομένων ἤδη καὶ μαίνεσθαι δοκούντων αὐτὸν, ἀναγκαίως ἤδη λοιπὸν ἐξ ἀπαιδευσίας ὁμοῦ καὶ δυσσεβείας ἀμέτρου τῆς ἐνούσης αὐτοῖς διαγελῶντας ἐπιδεικνύει λόγοις τε καὶ πράγμασιν ἐπιτιμᾶν ἑλομένους ἃ πολλῆς οἶδε τιμῆς ἀξιοῦν ὁ Θεὸς καὶ Πατήρ. ἀγαπᾷ γάρ με διὰ τοῦτο, φησὶν, ὃ διὰ πολλὴν ἀσυνεσίαν πεποίησθε παρ' οὐδέν. πῶς οὖν οὐκ ἀλαζόνες καὶ δυσσεβείας ἁπάσης ἐντὸς, οἳ καταγέλαστον εἶναί φατε τὸ τῷ Θεῷ θυμηρέστατον; δίδωσι δέ πως αὐτοῖς καὶ διὰ τούτων ἐννοεῖν, ὅτι μεμίσηνται σφόδρα παρὰ Θεοῦ. εἰ γὰρ ἀγαπᾷ τὸν τιθέντα τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων τῆς ἐγχειρισθείσης ἀγέλης, ἀνάγκη δὴ πᾶσα νοεῖν, ὅτι βδελυρὸν ἡγήσεται τὸν