Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.239
Not analysed yet
θεωροῦντα τὸν λύκον ἐρχόμενον, καὶ ἀνέντα μὲν τὴν ἀγέλην ἐπιπηδῶντι καὶ μαινομένῳ, τρεπόμενον δὲ πρὸς φυγὴν, ὁ δὴ καὶ δρῶντας ἐξήλεγχε τοὺς ἄρχειν λαχόντας τοῦ Ἰουδαίων λαοῦ, ἤτοι αὐλῆς. ἐν ταὐτῷ τοιγαροῦν καὶ θεομισεῖς καὶ ἀσεβοῦντας ἐλέγχει διὰ τοῦ μὴ καταφρίξαι γελᾶν τὸ παρὰ τῷ Θεῷ τιμιώτατον. ἠγαπῆσθαι γεμὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς διισχυρίζεται Χριστὸς, οὐχ ὅτι μόνον τίθησι τὴν ψυχὴν, ἀλλ' ὅτι τίθησιν ἵνα καὶ λάβῃ· ἐν γὰρ δή τοι μάλιστα τούτῳ τῶν εἰς ἡμᾶς κατωρθωμένων ἀγαθῶν διαλάμπει τὸ μέγεθος. εἰ γὰρ ἐτεθνήκει μὲν μόνον, μὴ ἐγήγερτο δὲ, τί τὸ πλέον ἦν ἔτι; κατὰ τί δ' ἂν τὴν φύσιν ὀνήσας ἐφάνη νεκρὸς σὺν ἡμῖν ἀπομείνας, ὑπὸ τὰ τοῦ θανάτου δεσμὰ καὶ ὑπὸ τῆς ἐπεισάκτου φθορᾶς ἀναμὶξ τοῖς ἄλλοις τυραννούμενος; ἐπειδὴ δὲ τέθεικεν Ἵνα καὶ λάβῃ, διέσωσεν ὅλην κατὰ τοῦτο τὴν φύσιν, καταργήσας τοῦ θανάτου τὸ κράτος, καὶ κτίσιν ἡμᾶς ἀναδείξει καινήν. Ἀγαπᾶται τοιγαροῦν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, οὐχ ὡς ἔξω τῆς ἀγάπης διαμένων, εἰ μὴ συνέβη τὸ καθ' ἡμᾶς· ἦν γὰρ ἀεὶ καὶ διὰ παντὸς ἀγαπώμενος. βαδιούμεθα δὲ πρὸς τὴν τοῦ λεγομένου κατάληψιν· τὰ φύσει προσόντα τισὶν, ἢ καὶ καθ' ἕξιν συμβαίνοντα, τότε δὴ μάλιστα χαριεστάτην ἔχει τὴν ἔκφανσιν, ὅταν ἄγηται πρὸς ἐνέργειαν. οἷον, τὸ πῦρ ἔχει φυσικῶς τὴν ἰδίαν ἐν ἑαυτῷ θερμότητα, ἀλλ' ὅταν ἐνεργῇ τι περὶ τὰς ὕλας, τότε δὴ μάλιστα πόση τις αὐτῷ καὶ ποία δύναμις ἐνυπάρχει διαγινώσκομεν. ὁμοίως ὁ γραμματικῆς τυχὸν, ἤγουν ἑτέρας τοιαύτης τινὸς ἐπιλαβόμενος ἐπιστήμης, οὐκ ἂν, οἶμαι, θαυμάζοιτο σιωπῶν, προτιθεὶς δὲ μᾶλλον εἰς γνῶσιν ἑτέροις τὸ τῆς ἐνούσης αὐτῷ μαθήσεως κάλλος. οὕτω τοιγαροῦν ἡ θεία τε καὶ ἄῤῥητος