Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.240
Not analysed yet
φύσις ὅταν ἐνεργῇ τι τῶν ἰδίως ἀνακειμένων αὐτῇ, καὶ προσεῖναι πεφυκότων, τότε δὴ μάλιστα καὶ αὐτὴ παρ' ἑαυτῇ χαριεστέρα φαίνεται, ὁρᾶται δὲ οὕτω καὶ παρ' ἡμῖν. καὶ γοῦν ἡ σοφία φησὶν ἐν βιβλίῳ παροιμιῶν "Ἐγὼ ἤμην ᾗ "προσέχαιρε, καθ' ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ "αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην "συντελέσας, καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων." καίτοι τὸ χαρεῖν ἀεὶ πρόσεστι τῷ Θεῷ, καὶ τὸ ἀτελεύτητον ἐν θυμηδίαις· τὸ γὰρ λυποῦν ὅλως οὐδὲν τὸν ἁπάντων ἔχοντα τὴν ἐξουσίαν, ἀλλὰ προσέχαιρε τῇ ἰδίᾳ σοφίᾳ συντελέσας τὴν οἰκουμένην. εἰς ἔργον γὰρ ἐνεχθεῖσαν ὁρῶν τῆς ἑαυτοῦ σοφίας τὴν ἐνέργειαν, τότε δὴ μάλιστα χαίρειν ᾤετο δεῖν πλουσιώτερον. οὕτω τοιγαροῦν κἀνθάδε νοήσωμεν. ἀγάπη γὰρ ὑπάρχων ὁ Θεὸς καὶ Πατὴρ, κατὰ τὴν Ἰωάννου φωνὴν, καὶ οὐκ ἀγαθὸς ἁπλῶς, αὐτὸ δὲ μᾶλλον τὸ ἀγαθὸν, ἐπείπερ εἶδε τὸν ἴδιον Υἱὸν ὑπὲρ ἡμῶν τιθέντα διὰ τῆς εἰς ἡμᾶς ἀγάπης καὶ ἀσυγκρίτου χρηστότητος τῆς ἑαυτοῦ φύσεως ἀκριβεῖς ἀποσώζοντα τοὺς χαρακτῆρας, ἠγάπησεν εἰκότως, οὐ μισθὸν ὥσπερ τινὰ τῶν εἰς ἡμᾶς γεγονότων τὴν ἀγάπην αὐτῷ δωρούμενος, ἀλλ', ὥσπερ εἰρήκαμεν, τῆς οὐσίας τῆς ἑαυτοῦ τὸ γνήσιον ἐν Υἱῷ θεωρῶν, καὶ φύσεως ὥσπερ τισὶν ἀναγκαίοις τε καὶ ἀπαραιτήτοις ὁλκοῖς πρὸς τοῦτο καλούμενος. ὥσπερ οὖν εἴ τις καὶ τῶν καθ' ἡμᾶς ἐν ἰδίῳ τέκνῳ τυχὸν τῆς οἰκείας μορφῆς ἀκριβῆ τὸν χαρακτῆρα καταθεώμενος, αἴρεται πρὸς ἐπίτασιν ἀγάπης ὅτε μάλιστα βλέπει· κατὰ τοῦτον οἶμαι τὸν τρόπον ὁ Θεὸς καὶ Πατὴρ ἀγαπῆσαι λέγεται τὸν ἴδιον Υἱὸν ὑπὲρ ἡμῶν τιθέντα τὴν ἰδίαν ψυχὴν καὶ αὖθις λαμβάνοντα. ἀγάπης γὰρ ἔργον τὸ καὶ παθεῖν