Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.25
Not analysed yet
εὐτελείᾳ τοῦ κατὰ σάρκα γένους ἐξωφρυωμένων, διά τε τοῦτο τὸ μηδὲν εἶναι λεγόντων αὐτὸν, ἐδυσώπει πράως, καὶ ἐν τοῖς ἀνωτέρω γυμνότερον εἰπών "Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, "ἐγὼ κρίνω οὐδένα." τὸ δὲ κρίνειν κατὰ τὴν σάρκα, τοιαύτην ἂν ἔχοι τὴν διάνοιαν εἰκότως· οἱ γὰρ μόνα θαυμάζοντες τὰ ἐπίγεια, τῶν μὲν οὐρανίων ἀγαθῶν ὁρῶσιν οὐδὲν, εἰς μόνην δὲ τὴν τῷδε τῷ βίῳ λαμπρότητα βλέποντες, τὸν πλουτοῦντα θαυμάζουσιν, ἤτοι τὸν ἑτέροις τισὶ δοξαρίοις ἐπικομπάζοντα· ἀλλ' οἵ γε κατὰ τὸν τοῦ Θεοῦ νόμον τὰς τῶν πραγμάτων διευκρινόμενοι φύσεις, τῶν ἀξιεράστων ὄντως καὶ ἀξιοζηλώτων ἀνθρώπων ἐκεῖνον εἶναί φασιν, ᾧ τὸ βούλεσθαι βιοῦν ἐνυπάρχει κατὰ τὴν τοῦ πεποιηκότος βουλήν τε καὶ θέλησιν. ἀδικήσει γὰρ οὐδὲν τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀγαθουργεῖν εἰθισμένην τὸ κατὰ σάρκα σμικροπρεπὲς, ὠφελήσει δὲ καὶ ἐκ τῶν ἐναντίων οὐδὲν τοὺς διαζῆν ἐννόμως παραιτουμένους ἡ ἐν τῷδε τῷ βίῳ λαμπρότης καὶ τὸ ἐκ πλούτου περιφανές. κρίνουσι τοιγαροῦν κατὰ τὴν σάρκα, καθάπερ οὖν ἀρτίως ἐλέγομεν, οἱ μὴ βλέποντες εἰς ἁγιότητα, μὴ πολιτείαν, μὴ τρόπους εἰωθότες δοκιμάζειν, ἀλλ' εἰς μόνα τὰ ἐπίγεια τὸν οἰκεῖον παρατρέποντες νοῦν, καὶ παντὸς ἀξιοῦντες θαύματος τὸν ἐν πλούτῳ καὶ τρυφῇ τεθραμμένον. ὑμεῖς οὖν, ὦ παραφρονέστατοι τῶν Ἰουδαίων καθηγηταὶ, καίτοι νόμῳ τῷ διὰ Μωυσέως πρὸς τὴν ἐπὶ τὸ δικάζειν ἀκρίβειαν παιδαγωγούμενοι, κατεγνωκότες ἐπ' οὐδενὶ διὰ μόνην τὴν τῆς σαρκὸς εὐτέλειαν κατακρίνετε τὸν διὰ πολλῶν ὑμῖν παραδόξων ὀφθέντα Θεόν. ἐγὼ δὲ τὴν ὑμετέραν ἀπαιδευσίαν οὐ μιμήσομαι, οὐδὲ τοιαύτην περὶ ὑμῶν ἐξοίσω τὴν ψῆφον· οὐδὲν μὲν γὰρ ὅλως ἡ ἀνθρώπου φύσις. τί γὰρ ἂν εἴη τὸ ἐπίκηρον τουτὶ καὶ ἀπὸ γῆς σῶμα; σαπρία καὶ σκώληξ καὶ ἕτερον οὐδέν. ἀλλ' οὐ διὰ ταύτην ὑμᾶς τὴν αἰτίαν κατακρινῶ, οὐδὲ ἐπείπερ ἄνθρωποι κατὰ φύσιν ἐστὲ,