Ancient Greek · ~2 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.241
Not analysed yet
ἑλέσθαι, καὶ τοῦτο ἀδόξως, διὰ τὴν τινῶν σωτηρίαν, καὶ οὐχ ὅπως τεθνάναι μόνον, ἀλλὰ καὶ αὖθις τὴν τεθεῖσαν ψυχὴν λαβεῖν, ἵνα νεκρώσῃ τὸν θάνατον καὶ τὴν ἀπὸ τῆς φθορᾶς ἐλάσῃ κατήφειαν. ἀγαπητὸς οὖν ὑπάρχων ἀεὶ διὰ τὴν φύσιν, ἠγαπῆσθαι νοηθήσεται καὶ διὰ τῆς εἰς ἡμᾶς ἀγάπης καλῶν εἰς θυμηδίαν τὸν ἑαυτοῦ γεννήτορα· ἐπείπερ ἦν αὐτῷ κἀντεῦθεν ὁρᾶν ἀθόλωτον παντελῶς καὶ ἀπαραποιήτως ἐκλάμπουσαν τῆς ἑαυτοῦ φύσεως τὴν εἰκόνα.