Ancient Greek · ~3 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.243
Not analysed yet
LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ΕΝΤΑΥΘΑ μέν τοι διδάσκει ὅτι οὐ μόνον ὑπῆρχεν ποιμὴν ἀγαθὸς κινδυνεύων ὑπὲρ τῆς ποίμνης, ἀλλὰ καὶ Θεὸς φύσει. διὸ οὐκ ἂν τὸν θάνατον ὑπέμεινεν, εἰ μὴ ἑκὼν διὰ τὸ ἔχειν θεοπρεπέστερον ἐξουσίαν τῆς οἰκονομίας ταύτης πολὺ τὸ χρήσιμον ἐχούσης ὑπὲρ ἡμῶν· καὶ διδασκούσης τῆς τοῦ λόγου ὑφῆς καὶ τοὺς Ἰουδαίους, ὅτι οὐδέποτε ἔμελλον αὐτοῦ περιγενέσθαι μὴ θελήσαντος. οὐ μόνον δὲ ἐπὶ τοῦ θεῖναι τὴν ψυχὴν, εἶπεν Ἐξουσίαν ἔχω, ἀλλ' ἐπὶ ἀμφοτέρων τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως τό Ἐξουσίαν ἔχω ἔθηκεν, ἵνα μὴ δυνάμεώς τε καὶ ἐνεργείας ἑτέρου φαίνηται τὸ κατόρθωμα