Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.244
Not analysed yet
καθάπερ ὑπηρέτῃ καὶ ὑπουργῷ κατ' ἐπιτροπὴν αὐτῷ συγχωρούμενον, ἀλλ' ἵνα φύσεως ἰδίας ἐπιδείξῃ καρπὸν τὸ καὶ αὐτῶν δύνασθαι κατεξουσιάζειν τῶν τοῦ θανάτου δεσμῶν, καὶ ἐφ' ὅπερ ἂν βούλοιτο μετατρέπειν εὐκόλως τῶν πραγμάτων τὰς φύσεις, ὅπερ ἐστὶν ἴδιον ὄντως τοῦ κατὰ φύσιν Θεοῦ. τοῦτο οὖν βούλεται δεῖξαι, διὰ τοῦ λέγειν Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχὴν καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτι οὐ κελευσθεὶς ὡς δοῦλος ἢ ὑπηρέτης, ἀλλ' οὐδὲ ὡς ἐξ ἀνάγκης ἢ βιασθεὶς παρά τινων, ἀλλ' ἑκὼν ἦλθεν ἐπὶ τοῦτο. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι παρὰ τὴν τοῦ Υἱοῦ βούλησιν οὐ δύναται ὁ Πατὴρ λαβεῖν αὐτοῦ τὴν ψυχὴν, καὶ ἐκ τούτου στασιασμὸν καὶ διχόνοιαν εἰσαγάγῃ ἐν τῇ μιᾷ θεότητι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· δι' ὧν φησιν Ἔλαβον ἐντολὴν, συμφρονοῦντα καὶ συνθέλοντα πρὸς τοῦτο δείκνυσι καὶ τὸν Πατέρα, καὶ ὡς ἀπὸ μιᾶς γνώμης εἰς τοῦτο παρελθεῖν ὁμολογεῖ, εἰ καὶ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βουλή. ἁρμόσει δὲ τοῦτο καὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ. ἐν ἐντολῆς δὲ τάξει παρειληφέναι λέγων τὸ δόξαν παρὰ τῷ Πατρὶ ὀρθῶς ἔχειν, οὐκ ἐλαττοῖ ἑαυτὸν τοῦ Πατρὸς ὢν φύσει Θεὸς, ἀλλὰ τὸ μὲν πρέπον τῇ ἐνανθρωπήσει τηρεῖ. πλὴν ὑπομιμνήσκει ὅτι αὐτός ἐστιν ὁ προφήτης περὶ οὗ εἶπεν ὁ Πατήρ "Ὅτι λαλήσει "καθότι ἂν ἐντείλωμαι αὐτῷ·" τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα κοινοβουλίαν, ὡς ἐντολὴν, δεδέχθαι λέγων. ὅπερ ἔλεγε πρὸς Ἰουδαίους πρὸς τὸ μὴ νομίζειν αὐτὸν παρὰ τὰ