Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.245
Not analysed yet
τοῦ Πατρὸς λαλεῖν προστάγματα. εἰ δὲ προφήτην ὠνόμασε τὸν ἴδιον Υἱὸν ὁ Πατὴρ τὸν ὁμοούσιον, μὴ θορυβηθῇς· ὅτε γὰρ γέγονεν ἄνθρωπος, τότε ἡρμόσθη αὐτῷ καὶ τὸ τοῦ προφήτου ὄνομα, τότε καὶ ἐντολὰς αὐτῷ δεδόσθαι φαμὲν παρὰ τοῦ Πατρὸς οἰκονομικῶς. πλὴν ὁ λαμβάνων ἐντολὰς, οὐ κατὰ τοῦτο ἐλάττων ἢ ἀνόμοιός ἐστι τῆς τοῦ ἐντελλομένου οὐσίας ἢ φύσεως, ὅπου γε καὶ ἄνθρωποι ἀνθρώποις ἐντέλλονται, καὶ ἄγγελοι ἀγγέλοις· καὶ οὐ διὰ τοῦτο ἑτεροφυεῖς ἢ ἐλάττονας τοὺς ἐπιταττομένους λέγομεν. οὐκοῦν οὔτε τοῦ Πατρὸς ὁ Υἱὸς ἐλάττων, εἰ καὶ γέγονεν ἄνθρωπος ἵνα γένηται ἡμῖν πάσης ὑπογραμμὸς ἀρετῆς· διὸ καὶ τοῦτο διδάσκει ὅτι χρὴ τοῖς γονεῦσιν ἐν πᾶσιν ὑπακούειν ἡμᾶς, εἰ καὶ τὸ ἴσον ἔχομεν κατὰ τὴν φύσιν. ἔστι δὲ ὅπου τὸ παρὰ τοῦ Πατρὸς λεγόμενον Ἐντελοῦμαι, δηλοῖ τό Ἀραρότως ποιήσω, ὡς ὅταν εἴπῃ "Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ "κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν." πλὴν καὶ συγκαταβατικῶς ἔσθ' ὅτε λαλεῖ ὁ Υἱὸς, διὰ τὸ ἡμᾶς νοῆσαι ὡς ἔστι δυνατὸν τὰ ἄῤῥητα λόγια· ὅμως οὐ τὸ εἰπεῖν ὅτι Ἐντολὴν ἔλαβον, ποιεῖ μὴ εἶναι Θεὸν τὸν φύσει ὄντα Θεόν. ἢ οὖν λέγε Θεὸν, καὶ δίδου ὅσα τῇ θεότητι ἁρμόζει ἔχειν, ἢ λέγε αὐτὸν κτίσμα φανερῶς. οὐ γὰρ τὸ λαβεῖν ἐντολὴν, γυμνοῖ τῶν φυσικῶς τινι προσόντων. ἐπειδὴ δὲ ὅσα ὁ Πατὴρ ἐνετείλατο τῷ Υἱῷ ταῦτα λαλεῖ· καί φησιν "Ἐγὼ καὶ ὁ "Πατὴρ ἕν ἐσμεν," ἀνάγκη σε εἰπεῖν, ἤτοι ὅτι ἀληθεύειν ὁ Πατὴρ ἐνετείλατο τῷ Υἱῷ, ἢ ὅτι ψεύδεσθαι. ἃ γὰρ ἔλαβεν ὁ Υἱὸς ἐντολὴν λαλῆσαι, λαλεῖ· "Ὁ πέμψας με "γὰρ, φησὶ, Πατὴρ, ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω." εἰ δὲ καὶ εἶπεν "Ὅτι ὁ Πατήρ μου μείζων μου ἐστὶν," οὐδὲν ἐναντίον. καθὸ μὲν γὰρ φύσει Θεὸς, ἴσος τῷ Πατρί·