Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.246
Not analysed yet
καθὸ δὲ γέγονεν ἄνθρωπος καὶ ἐταπείπωσεν ἑαυτὸν, τὰ πρέποντα τῇ ἀνθρωποτητι λαλεῖ ῥήματα οἰκονομικῶς. ὅμως τὸ τῆς ἐντολῆς ὄνομα ἔξωθεν τῆς οὐσίας ὑπάρχον, οὐκ ἂν γένοιτο τῆς οὐσίας ἔγκλημα. οὐ γὰρ ἐν τῷ ἐντέλλεσθαι τὸν Πατέρα, τὸ εἶναί ἐστι τῷ Υἱῷ, οὐδὲ τοῦτο γένοιτό ποτε τῆς οὐσίας ὅρος. οἶδε τοίνυν ὁ Υἱὸς, ὡς βουλὴ καὶ σοφία τοῦ Πατρὸς, τὸ ἀραρότως κεκριμένον παρ' αὐτοῦ· εἰ δὲ ὡς ἐντολὴν δέχεται, μὴ θαυμάσῃς. ἀνθρωπίνοις γὰρ λόγοις τὰ ὑπὲρ λόγον σημαίνεται, καὶ τὰ ταῖς ἡμετέραις ἄῤῥητα φωναῖς κατεσπάσθη πρὸς τὸν λόγον τὸν ἐν ἡμῖν, ἵνα καὶ νοεῖν ἰσχύσωμεν. αἰτιασώμεθα τοίνυν, οὐ τὴν τοῦ πράγματος ἀτοπίαν, ἀλλὰ τὴν τῶν ῥημάτων ἀσθένειαν οὐ δυναμένων ἐφικέσθαι, καθ' ὃν ἔδει τρόπον, τῆς τῶν πραγμάτων ποιότητος καὶ ἀκριβοῦς ἑρμηνείας. Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους· ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; ἄλλοι ἔλεγον Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι; Κάτεισι τοῦ Σωτῆρος ὁ λόγος εἰς τὰς τῶν ἀκροωμένων καρδίας, καὶ τρυφερωτέρας μὲν εὑρὼν μεταπλάττει παραχρῆμα, καὶ πρὸς ἕξιν μεθίστησιν ἀγαθήν· σκληραῖς δὲ περιτυχὼν ἀπανίσταται καὶ ἀπονεύει τρόπον τινά. οὐκοῦν ὁ μὲν ἕτοιμόν πως εἰς εὐγνωμοσύνην ἔχων τὸν νοῦν, τὸν σωτήριον ἀσμένως παραδέξεται λόγον, ὁ δὲ μὴ τοιοῦτος, οὐκέτι. τοιοῦτόν τι συνέβη παθεῖν τοὺς Ἰουδαίων λαούς. ἐπειδὴ γὰρ τῶν τοῦ Σωτῆρος κατηκροάσαντο λόγων, κατα-