Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.247
Not analysed yet
σχίζονται πρὸς διχόνοιαν, καὶ οἱ μὲν αἰσθητικώτεροι, ῥέπουσιν ἤδη πρὸς σωτηρίας ἀρχήν· οἱ δὲ σκληροὶ, νοσοῦσι χειρόνως, ἤπερ εἶχον ἐν ἀρχῇ. καταπλήττεται δὲ ὥσπερ ὁ θεσπέσιος Εὐαγγελιστὴς εἰ διὰ τούτους τοὺς λόγους συνέβη σχισθῆναι τοὺς Ἰουδαίων λαούς. ἐμφαντικώτατα γὰρ οἶμαι λέγειν αὐτὸν τὸ σκληρὸν τῶν ἀπειθησάντων θαυμάζοντα, ὅτι σχίσμα ἐγένετο διὰ τοὺς λόγους τούτους, δι' οὓς, φησὶν, ἔδει τοὺς Ἰουδαίους ἀκριβῶς πεισθῆναι ὅτι αὐτός ἐστιν ὁ Χριστός. τοσοῦτον ἦσαν οἱ τοῦ Σωτῆρος λόγοι θαυμαστοί. ἀλλὰ καὶ τούτων αὐτοῖς εἰρημένων οἷς εἰκὸς ἦν εἰς εὐπείθειαν σαγηνεύεσθαι καὶ τὸν σφόδρα δυσθήρατον, σχίσμα γέγονεν ἐν αὐτοῖς. ἀποθαυμάζει τοίνυν αὐτοὺς εἰς ἀναίσχυντον παρακοὴν ἀνοσίως ἐκτετραμμένους. τοσούτῳ γὰρ οἶμαι κατηγορεῖσθαι δίκαιον, ὅσῳπερ ἂν εἰκότως ὁ παρὰ τοῦ Σωτῆρος ἡμῶν θαυμάζοιτο λόγος. ὁ μὲν οὖν ἐλάλει θεοπρεπῆ καὶ ἅπερ ὑπεραναβαίνει ἄνθρωπον· ἡ δὲ τῶν ὑπὲρ ἄνθρωπον λόγων λαμπρότης καὶ ἡ θεοπρεπὴς παῤῥησία πρὸς ἄκρατον ἀβουλίαν ἐξίστησι τοὺς πολλούς. καὶ ἐπείπερ ἦν ἔθος τοῖς ἀληθῶς δαιμονιζομένοις προχειρότατα δυσφημεῖν, ἅτε δὴ λελυττηκόσιν εὐκόλως καὶ συνέσεως ἁπάσης ἔξω κειμένοις, ᾤοντο δὲ τὸν Κύριον ἄνθρωπον εἶναι ψιλὸν, οὐκ ἐννοοῦντες, ὅτι Θεὸς ἦν φύσει, διὰ τοῦτο ὡς ἀκρατήτως βλασφημοῦντα, δαιμονῶντα ἐκάλουν. ἤκουον γὰρ λέγοντος ἅπερ ἂν πρέποι μόνῳ λέγειν τῷ Θεῷ. ὡς ἕνα δὲ τῶν καθ' ἡμᾶς ὁρῶντες, καὶ τίς ἐστι κατὰ φύσιν οὔπω γινώσκοντες, δυσφημεῖν ἐνόμιζον ὅτε τι λέγοι θεοπρεπές. οὐκοῦν οἰκονομικῶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν ὑφειμένως πολλάκις καὶ τῷ