Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.248
Not analysed yet
καθ' ἡμᾶς κέχρηται λόγῳ. κατασχίζεται τοίνυν τῶν Ἰουδαίων ὁ δῆμος· καὶ οἱ μὲν, οὐδὲν ἐννοήσαντες ὅλως τῶν ἐπ' αὐτῷ μυστηρίων, ἀνοσίως ὑβρίζουσιν· οἱ δὲ τὴν ἕξιν ἐπιεικέστεροι προχείρως οὐ κατακρίνουσιν, ἀναμασώμενοι δὲ τοὺς παρ' αὐτοῦ λόγους καὶ μετὰ ἀκριβείας βασανίζοντες, τῆς ἐν αὐτοῖς γλυκύτητος ὑπαισθάνονται, δοκιμωτάτην τε οὕτω ποιοῦνται τὴν διάκρισιν, νήφοντας καὶ συνέσεως τῆς ἀνωτάτω γέμοντας λόγους, ταῖς τῶν δαιμονίων ἐλαφρίαις οὐ χαριζόμενοι. ἔθος γὰρ ἐκείνων ἐν τῷ παραπαίειν, τὸ παρεμπίπτον λαλεῖν. οἱ οὖν Φαρισαῖοι μᾶλλον ἦσαν οἱ δαιμονῶντες, οἱ τοιοῦτον καλοῦντες τὸν παντὸς ἐλεύθερον πάθους· καὶ λελήθασιν ἑαυτοὺς τὴν ἐνοῦσαν αὐτοῖς ἐξαγορεύοντες νόσον καὶ τὸ συνέχον αὐτοὺς κακὸν ἐξ ἀγνοίας ἐξηγεῖσθαι οὐ παραιτούμενοι. οἶμαι δὲ ἔγωγε κακουργοτάτως σφόδρα λέγειν αὐτοὺς, ὅτι δαιμονᾷ ὁ Κύριος. ἐπειδὴ γὰρ ὡς ποιμένας κατῃτιᾶτο δειλοὺς καὶ μισθωτοὺς, ὡς ἀνέντας τῷ λύκῳ τὰ πρόβατα, καὶ ὀλίγα παντελῶς τῆς ἀγέλης φροντίσαντας, οὐ μετρίως καταπτοούμενοι μὴ ἄρα συνιέντες οἱ δῆμοι τὸ εἰρημένον, παραιτήσωνται μὲν ἤδη τὸ ὑπ' αὐτοῖς ἔτι ποιμαίνεσθαι, προσδράμωσι δὲ τῇ ὑπὸ Χριστῷ μαθητείᾳ, διὰ τοῦτο τὸν νοῦν τῶν ἀγελαίων φενακίζοντές φασι Δαιμόνιον ἔχει, τί αὐτοῦ ἀκούετε; ἀλλὰ καὶ ταῦτα ἐκείνων διὰ κακουργίαν λεγόντων, εἰς τὸ ἐναντίον αὐτοῖς ἀπέβη τὸ σκέμμα. ἄλλοι δὲ ἀπὸ μὲν τῆς τῶν λόγων ποιότητος, ὀρθοὺς εἶναι κρίνουσι τοὺς τοῦ Κυρίου λόγους, ὡς οὐκ ὄντων τῶν τοιούτων λόγων δαιμονιζομένου· ὅμως αἱ θαυματουργίαι, φησὶν, ἄμαχον ἔχουσι μαρτυρίαν. εἰ γὰρ καὶ τῶν λόγων ὡς οὐκ ὀρθῶς λεγομένων κατηγορεῖτε, ἀλλ' ἀμήχανον ἐν ταὐτῷ τινα καὶ δαιμόνιον ἔχειν, κἀκεῖνα ποιεῖν ἅπερ μόνος δύναται Θεὸς