Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.249
Not analysed yet
ποιεῖν. ἀπὸ οὖν τῶν καρπῶν οἱ αἴσιοι κριταὶ ἐπεγίνωσκον αὐτὸν, μετὰ καὶ τοῦ καὶ θαυμάζειν τὸν παρ' αὐτοῦ λόγον. Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις καὶ χειμὼν ἦν· καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ Σολομῶνος. Παρὴν δὲ ἐν ταῖς ἑορταῖς ὁ Κύριος οὐχ ὡς συνεορτάσων· πῶς γάρ; ὁ εἰπών "Μεμίσηκα ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν·" ἀλλ' ἵνα τοὺς ἐπωφελεῖς αὐτοῦ λόγους ἐπὶ παρουσίᾳ πολλῶν εἴπῃ, ἐμφανῆ ἑαυτὸν καταστήσας τοῖς Ἰουδαίοις, καὶ ἀζητήτως αὐτοῖς ἑαυτὸν καταμίξας. ἐγκαίνια δὲ οἰητέον ἐνταῦθα, ἤτοι τὴν πρώτην ἑορτὴν καθ' ἣν ὁ Σολομὼν ἐπετέλεσε τὰ ἐγκαίνια, ἢ ὅτε ὁ Ζοροβάβελ ὕστερον σὺν τῷ Ἰησοῦ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον τὸν ναὸν ᾠκοδόμησε. χειμῶνος δὲ καὶ ὑετοῦ ὄντος τηνικαῦτα, εἰκότως ἅπαντες ἐπὶ τὴν στοὰν ἔτρεχον· διὸ καὶ ὁ Χριστὸς ἐκεῖ ἦλθεν, ἵνα πᾶσιν γνωρίσῃ ἑαυτὸν τοῖς θέλουσιν αὐτὸν ἰδεῖν, καὶ μεταδῷ αὐτοῖς ὠφελείας. οἱ γὰρ ὁρῶντες ἠκονῶντο πρὸς τὸ ἐρωτᾶν τι αὐτόν· ὅτι καὶ μᾶλλον ἐν ταῖς ἀργίαις οἱ ἄνθρωποι πεφύκασι τοὺς τοιούτους ἐπιμελῶς ἀνακινεῖν λόγους. Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ. Παραιρεῖται μὲν αὐτοὺς τὸ εἰς πίστιν ὀξὺ δριμύσσων ὁ φθόνος· ἐκβιάζεται δὲ πρὸς τὸ θαῦμα τῶν τελουμένων τὸ