Ancient Greek
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.250
Not analysed yet
μέγεθος. ὑπαιτιῶνται γεμὴν τοῦ λόγου, καὶ τὸ τῆς διδασκαλίας περιεσταλμένον, ἐμπόδιον αὐτοῖς εἶναί φασι τοῦ συνιέναι δύνασθαι καλῶς ἅπερ ἔδει μαθεῖν. ἀξιοῦσι τοιγαροῦν εἰπεῖν αὐτὸν ἐναργέστερον, καίτοι πολλάκις ἀκροασάμενοι καὶ μακρὰν ἐπὶ τούτῳ λαβόντες ἐξήγησιν. εἰ γὰρ καὶ μὴ ἔφη σαφῶς Ἐγώ εἰμι ὁ Χριστὸς, ἀλλὰ τῶν προσεῖναι πεφυκότων αὐτῷ ἀξιωμάτων πολλὰ παρῆγεν εἰς μέσον, ποτὲ μὲν λέγων "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου," ποτὲ δὲ πάλιν "Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ἐγώ εἰμι "ἡ ὁδός· ἐγώ εἰμι ἡ θύρα· ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός." ἐξ ὧν γὰρ ταῦτα ἑαυτὸν ὀνομάζει, σημαίνει ὅτι ὁ Χριστός ἐστι. τοῖς γὰρ τοιούτοις ἀξιώμασιν εἴωθεν ἡ γραφὴ στεφανοῦν τὸν Χριστὸν, εἰ καὶ λευκῶς τοῦτο αὐτὸν ἀπῄτουν οἱ Ἰουδαῖοι εἰπεῖν. ἄλλως τε τάχα πως καὶ οὐ σφόδρα εὐπαράδεκτον τὸ ἐν ἁπλαῖς λέγειν φωναῖς Ἐγώ εἰμι ὁ Χριστὸς, οὐχ ἑπομένων εἰς ἀπόδειξιν τῶν πραγμάτων, δι' ὧν ἂν εἰκότως ἐπιστεύθη ὡς αὐτὸς εἴη ὁ Χριστός. ἀσυγκρίτως δὲ κρεῖττον μὴ ἐξ ὧν αὐτὸς ἔλεγε γνωρίζεσθαι αὐτὸν, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, ἀλλ' ἐκ τῶν προσεῖναι πεφυκότων μᾶλλον, καὶ ἐξ ὧν αἱ θεῖαι περὶ αὐτοῦ χρησμῳδοῦσι γραφαὶ, καὶ φανερὸν αὐτὸν ἔσεσθαι μηνύουσιν. ἅπερ μὴ νοήσαντες οἱ Ἰουδαῖοι ὡς ἄγαν μικροψυχοῦντες, φασὶ τό Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ἔθος γὰρ τοῖς ὀλιγωροῦσι τοῦτο λέγειν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. Περιττὸν οὖν ἐνόμισε καὶ ὁ Χριστὸς τοῖς πολλάκις