Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.26
Not analysed yet
διὰ τοῦτο πάντως ὑμᾶς καὶ περιπτύεσθαι δεῖν ὁριῶ· ἔχω πολλὰ περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν, τουτέστι, πλουτεῖ πᾶς ὁ λόγος ὁ κατηγορῶν ἐφ' ὑμῖν, οὐχ ἓν ἐγκαλέσω μόνον, ἀλλὰ πολλὰ, καὶ ἐπ' οὐδενὶ διαψεύσομαι, καθάπερ ὑμεῖς. ἔχω κρίνειν ὡς ἀπειθεῖς, ὡς ἀλαζόνας, ὡς ὑβριστὰς, ὡς θεομάχους, ὡς ἀγνώμονας, ὡς ἀχαρίστους, ὡς πονηροὺς, ὡς φιληδονοῦντας μᾶλλον ἢ φιλοθεεῖν εἰθισμένους, ὡς "δόξαν παρ' "ἀλλήλων λαμβάνοντας, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου "οὐ ζητοῦντας·" ὡς ἐμπυρίσαντας τὸν νοητὸν ἀμπελῶνα, ὡς μὴ βοσκήσαντας κατὰ λόγον τὴν ἐγχειρισθεῖσαν ὑμῖν ἀγέλην παρὰ Θεοῦ, ὡς μὴ χειραγωγήσαντας ἐπὶ τὸν διὰ νόμου καὶ τῶν προφητῶν κηρυττόμενον, τουτέστιν, ἐμέ. τοιαῦτα μὲν ὁ Σωτὴρ τοῖς Ἰουδαίοις ἐπιφθέγξαιτο· προστιθεὶς δὲ τό Πολλὰ ἔχω λέγειν περὶ ὑμῶν ἔτι καὶ κρίνειν, ὑπαπειλεῖ πως αὐτοῖς, ὡς ἀναδειχθήσεταί ποτε Κριτὴς, ὁ μηδὲν εἶναι δοκῶν παρ' ἐκείνοις διὰ τὴν σάρκα. Ἀλλ' ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ' αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον. Ἐῤῥῶσθαι φράσας ταῖς Ἰουδαίων ἀπαιδευσίαις, καὶ τοὺς ἀνέδην αὐτῷ διαλοιδορήσασθαι τολμήσαντας, ἐν τῷ μηδενὶ λογισάμενος, ἐπάνεισιν ὥσπερ ἐπὶ τὸ ἐξ ἀρχῆς, τὸ μὲν κρίνειν ἤδη τὰ κατ' αὐτοὺς, καὶ τὴν ἐπὶ τούτῳ παῤῥησίαν οὐ τῷ παρόντι μᾶλλον, ἀλλὰ τῷ πρέποντι τηρήσας καιρῷ, καὶ τῷ τῆς ἐπιδημίας τρόπῳ τὸν ἴδιον ἀποσώσας σκοπόν· οὐ γὰρ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον, ὡς αὐτός που φησί. διάτοι τοῦτο καὶ ἀπρὶξ τῶν αὐτῷ πρεπόντων ἐχόμενος, καὶ τὸν εἰς σωτηρίαν καλοῦντα πάλιν ἀναμηρυσάμενος λόγον, ἐπιτείνει τὴν παραίνεσιν. ἐν τούτῳ